ὅ τʼ ὄλβιός νιν πνεῦμα δειμαίνων λιπεῖνὑψηλὸν αἴρει. γνόντας οὖν χρεὼν τάδεἀδικουμένους τε μέτρια μὴ θυμῷ φέρεινἀδικεῖν τε τοιαῦθʼ οἷα μὴ βλάψαι πόλιν.πῶς οὖν ἂν εἴη; τοὺς ὀλωλότας νεκροὺςθάψαι δὸς ἡμῖν τοῖς θέλουσιν εὐσεβεῖν.ἢ δῆλα τἀνθένδʼ· εἶμι καὶ θάψω βίᾳ.οὐ γάρ ποτʼ εἰς Ἕλληνας ἐξοισθήσεταιὡς εἰς ἔμʼ ἐλθὼν καὶ πόλιν Πανδίονοςνόμος παλαιὸς δαιμόνων διεφθάρη.θάρσει· τὸ γάρ τοι τῆς Δίκης σῴζων φάοςπολλοὺς ὑπεκφύγοις ἂν ἀνθρώπων ψόγους.βούλῃ συνάψω μῦθον ἐν βραχεῖ σέθεν;λέγʼ, εἴ τι βούλῃ· καὶ γὰρ οὐ σιγηλὸς εἶ.οὐκ ἄν ποτʼ ἐκ γῆς παῖδας Ἀργείων λάβοις.κἀμοῦ νυν ἀντάκουσον, εἰ βούλῃ, πάλιν.κλύοιμʼ ἄν· οὐ γὰρ ἀλλὰ δεῖ δοῦναι μέρος.θάψω νεκροὺς γῆς ἐξελὼν Ἀσωπίας.ἐν ἀσπίσιν σοι πρῶτα κινδυνευτέον.πολλοὺς ἔτλην δὴ χἁτέρους ἄλλους πόνους.ἦ πᾶσιν οὖν σʼ ἔφυσεν ἐξαρκεῖν πατήρ;ὅσοι γʼ ὑβρισταί· χρηστὰ δʼ οὐ κολάζομεν.πράσσειν σὺ πόλλʼ εἴωθας ἥ τε σὴ πόλις.τοιγὰρ πονοῦσα πολλὰ πόλλʼ εὐδαιμονεῖ.ἔλθʼ, ὥς σε λόγχη σπαρτὸς ἐν πόλει λάβῃ.τίς δʼ ἐκ δράκοντος θοῦρος ἂν γένοιτʼ Ἄρης;γνώσῃ σὺ πάσχων· νῦν δʼ ἔτʼ εἶ νεανίας.οὔτοι μʼ ἐπαρεῖς ὥστε θυμῶσαι φρέναςτοῖς σοῖσι κόμποις· ἀλλʼ ἀποστέλλου χθονός,λόγους ματαίους οὕσπερ ἠνέγκω λαβών.περαίνομεν γὰρ οὐδέν.ὁρμᾶσθαι χρεὼνπάντʼ ἄνδρʼ ὁπλίτην ἁρμάτων τʼ ἐπεμβάτην,μοναμπύκων τε φάλαρα κινεῖσθαι στόμαἀφρῷ καταστάζοντα Καδμείαν χθόνα.χωρήσομαι γὰρ ἑπτὰ πρὸς Κάδμου πύλαςαὐτὸς σίδηρον ὀξὺν ἐν χεροῖν ἔχωναὐτός τε κῆρυξ. σοὶ δὲ προστάσσω μένειν,Ἄδραστε, κἀμοὶ μὴ ἀναμίγνυσθαι τύχαςτὰς σάς. ἐγὼ γὰρ δαίμονος τοὐμοῦ μέτα