καὶ μὴ ʼπίπροσθεν τῶν ἐμῶν τοὺς σοὺς λόγουςθῇς· οὐ γὰρ ἥκει πρὸς σὲ κηρύσσων ὅδε,ἀλλʼ ὡς ἔμʼ· ἡμᾶς κἀποκρίνασθαι χρεών.καὶ πρῶτα μέν σε πρὸς τὰ πρῶτʼ ἀμείψομαι.οὐκ οἶδʼ ἐγὼ Κρέοντα δεσπόζοντʼ ἐμοῦοὐδὲ σθένοντα μεῖζον, ὥστʼ ἀναγκάσαιδρᾶν τὰς Ἀθήνας ταῦτʼ· ἄνω γὰρ ἂν ῥέοιτὰ πράγμαθʼ οὕτως, εἰ ʼπιταξόμεσθα δή.πόλεμον δὲ τοῦτον οὐκ ἐγὼ καθίσταμαι,ὃς οὐδὲ σὺν τοῖσδʼ ἦλθον ἐς Κάδμου χθόνα·νεκροὺς δὲ τοὺς θανόντας, οὐ βλάπτων πόλινοὐδʼ ἀνδροκμῆτας προσφέρων ἀγωνίας,θάψαι δικαιῶ, τὸν Πανελλήνων νόμονσῴζων. τί τούτων ἐστὶν οὐ καλῶς ἔχον;εἰ γάρ τι καὶ πεπόνθατʼ Ἀργείων ὕπο,τεθνᾶσιν, ἠμύνασθε πολεμίους καλῶς,αἰσχρῶς δʼ ἐκείνοις, χἡ δίκη διοίχεται.ἐάσατʼ ἤδη γῇ καλυφθῆναι νεκρούς,ὅθεν δʼ ἕκαστον ἐς τὸ φῶς ἀφίκετο,ἐνταῦθʼ ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα,τὸ σῶμα δʼ ἐς γῆν· οὔτι γὰρ κεκτήμεθαἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον,κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν.δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς;ἥκιστα· πάσης Ἑλλάδος κοινὸν τόδε,εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖνἀτάφους τις ἕξει· δειλίαν γὰρ ἐσφέρειτοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῇ νόμος.κἀμοὶ μὲν ἦλθες δείνʼ ἀπειλήσων ἔπη,νεκροὺς δὲ ταρβεῖτʼ, εἰ κρυβήσονται χθονί;τί μὴ γένηται; μὴ κατασκάψωσι γῆνταφέντες ὑμῶν; ἢ τέκνʼ ἐν μυχῷ χθονὸςφύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία;σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε,φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι.ἀλλʼ, ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά·παλαίσμαθʼ ἡμῶν ὁ βίος· εὐτυχοῦσι δὲοἳ μὲν τάχʼ, οἳ δʼ ἐσαῦθις, οἳ δʼ ἤδη βροτῶν,τρυφᾷ δʼ ὁ δαίμων· πρός τε γὰρ τοῦ δυστυχοῦς,ὡς εὐτυχήσῃ, τίμιος γεραίρεται,