ἡμῖν τε καὶ σοὶ συμμάχοις τʼ ἔσται δορός.σκέψαι δέ, καὶ μὴ τοῖς ἐμοῖς θυμούμενοςλόγοισιν, ὡς δὴ πόλιν ἐλευθέραν ἔχων,σφριγῶντʼ ἀμείψῃ μῦθον ἐκ βραχιόνων·ἐλπὶς γάρ ἐστʼ ἄπιστον, ἣ πολλὰς πόλειςσυνῆψʼ, ἄγουσα θυμὸν εἰς ὑπερβολάς.ὅταν γὰρ ἔλθῃ πόλεμος ἐς ψῆφον λεώ,οὐδεὶς ἔθʼ αὑτοῦ θάνατον ἐκλογίζεται,τὸ δυστυχὲς δὲ τοῦτʼ ἐς ἄλλον ἐκτρέπει·εἰ δʼ ἦν παρʼ ὄμμα θάνατος ἐν ψήφου φορᾷ,οὐκ ἄν ποθʼ Ἑλλὰς δοριμανὴς ἀπώλλυτο.καίτοι δυοῖν γε πάντες ἄνθρωποι λόγοιντὸν κρείσσονʼ ἴσμεν, καὶ τὰ χρηστὰ καὶ κακά,ὅσῳ τε πολέμου κρεῖσσον εἰρήνη βροτοῖς·ἣ πρῶτα μὲν Μούσαισι προσφιλεστάτη,Ποιναῖσι δʼ ἐχθρά, τέρπεται δʼ εὐπαιδίᾳ,χαίρει δὲ πλούτῳ. ταῦτʼ ἀφέντες οἱ κακοὶπολέμους ἀναιρούμεσθα καὶ τὸν ἥσσοναδουλούμεθʼ, ἄνδρες ἄνδρα καὶ πόλις πόλιν.σὺ δʼ ἄνδρας ἐχθροὺς καὶ θανόντας ὠφελεῖς,θάπτων κομίζων θʼ ὕβρις οὓς ἀπώλεσεν;οὔ τἄρʼ ἔτʼ ὀρθῶς Καπανέως κεραύνιονδέμας καπνοῦται, κλιμάκων ὀρθοστάταςὃς προσβαλὼν πύλῃσιν ὤμοσεν πόλινπέρσειν θεοῦ θέλοντος ἤν τε μὴ θέλῃ;οὐδʼ ἥρπασεν χάρυβδις οἰωνοσκόπον,τέθριππον ἅρμα περιβαλοῦσα χάσματι,ἄλλοι τε κεῖνται πρὸς πύλαις λοχαγέταιπέτροις καταξανθέντες ὀστέων ῥαφάς;ἤ νυν φρονεῖν ἄμεινον ἐξαύχει Διός,ἢ θεοὺς δικαίως τοὺς κακοὺς ἀπολλύναι.φιλεῖν μὲν οὖν χρὴ τοὺς σοφοὺς πρῶτον τέκνα,ἔπειτα τοκέας πατρίδα θʼ, ἣν αὔξειν χρεὼνκαὶ μὴ κατᾶξαι. σφαλερὸν ἡγεμὼν θρασύς·νεώς τε ναύτης ἥσυχος, καιρῷ σοφός.καὶ τοῦτʼ ἐμοὶ τἀνδρεῖον, ἡ προμηθία.ἐξαρκέσας ἦν Ζεὺς ὁ τιμωρούμενος,ὑμᾶς δʼ ὑβρίζειν οὐκ ἐχρῆν τοιάνδʼ ὕβριν.ὦ παγκάκιστε —σῖγʼ, Ἄδραστʼ, ἔχε στόμα,