ἔστιν δʼ ἐνισπεῖν τοῖσιν ἀσθενεστέροιςτὸν εὐτυχοῦντα ταὔθʼ, ὅταν κλύῃ κακῶς,νικᾷ δʼ ὁ μείων τὸν μέγαν δίκαιʼ ἔχων.τοὐλεύθερον δʼ ἐκεῖνο· Τίς θέλει πόλειχρηστόν τι βούλευμʼ ἐς μέσον φέρειν ἔχων;καὶ ταῦθʼ ὁ χρῄζων λαμπρός ἐσθʼ, ὁ μὴ θέλωνσιγᾷ. τί τούτων ἔστʼ ἰσαίτερον πόλει;καὶ μὴν ὅπου γε δῆμος αὐθέντης χθονός,ὑποῦσιν ἀστοῖς ἥδεται νεανίαις·ἀνὴρ δὲ βασιλεὺς ἐχθρὸν ἡγεῖται τόδε,καὶ τοὺς ἀρίστους οὕς τʼ ἂν ἡγῆται φρονεῖνκτείνει, δεδοικὼς τῆς τυραννίδος πέρι.πῶς οὖν ἔτʼ ἂν γένοιτʼ ἂν ἰσχυρὰ πόλις,ὅταν τις ὡς λειμῶνος ἠρινοῦ στάχυντόλμας ἀφαιρῇ κἀπολωτίζῃ νέους;κτᾶσθαι δὲ πλοῦτον καὶ βίον τί δεῖ τέκνοιςὡς τῷ τυράννῳ πλείονʼ ἐκμοχθῇ βίον;ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς,τερπνὰς τυράννοις ἡδονάς, ὅταν θέλῃ,δάκρυα δʼ ἑτοιμάζουσι; μὴ ζῴην ἔτι,εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται.καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σὰ ἐξηκόντισα.ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος;κλαίων γʼ ἂν ἦλθες, εἴ σε μὴ ῎πεμψεν πόλις,περισσὰ φωνῶν· τὸν γὰρ ἄγγελον χρεὼνλέξανθʼ ὅσʼ ἂν τάξῃ τις ὡς τάχος πάλινχωρεῖν. τὸ λοιπὸν δʼ εἰς ἐμὴν πόλιν Κρέωνἧσσον λάλον σου πεμπέτω τινʼ ἄγγελον.φεῦ φεῦ· κακοῖσιν ὡς ὅταν δαίμων διδῷκαλῶς, ὑβρίζουσʼ ὡς ἀεὶ πράξοντες εὖ.λέγοιμʼ ἂν ἤδη. τῶν μὲν ἠγωνισμένωνσοὶ μὲν δοκείτω ταῦτʼ, ἐμοὶ δὲ τἀντία.ἐγὼ δʼ ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼςἌδραστον ἐς γῆν τήνδε μὴ παριέναι·εἰ δʼ ἔστιν ἐν γῇ, πρὶν θεοῦ δῦναι σέλας,λύσαντα σεμνὰ στεμμάτων μυστήριατῆσδʼ ἐξελαύνειν, μηδʼ ἀναιρεῖσθαι νεκροὺςβίᾳ, προσήκοντʼ οὐδὲν Ἀργείων πόλει.κἂν μὲν πίθῃ μοι, κυμάτων ἄτερ πόλινσὴν ναυστολήσεις· εἰ δὲ μή, πολὺς κλύδων