ἔα· λόγων τίς ἐμποδὼν ὅδʼ ἔρχεται;Καδμεῖος, ὡς ἔοικεν οὐ σάφʼ εἰδότι,κῆρυξ. ἐπίσχες, ἤν σʼ ἀπαλλάξῃ πόνουμολὼν ὕπαντα τοῖς ἐμοῖς βουλεύμασιν.τίς γῆς τύραννος; πρὸς τίνʼ ἀγγεῖλαί με χρὴλόγους Κρέοντος, ὃς κρατεῖ Κάδμου χθονὸςἘτεοκλέους θανόντος ἀμφʼ ἑπταστόμουςπύλας ἀδελφῇ χειρὶ Πολυνείκους ὕπο;πρῶτον μὲν ἤρξω τοῦ λόγου ψευδῶς, ξένε,ζητῶν τύραννον ἐνθάδʼ· οὐ γὰρ ἄρχεταιἑνὸς πρὸς ἀνδρός, ἀλλʼ ἐλευθέρα πόλις.δῆμος δʼ ἀνάσσει διαδοχαῖσιν ἐν μέρειἐνιαυσίαισιν, οὐχὶ τῷ πλούτῳ διδοὺςτὸ πλεῖστον, ἀλλὰ χὡ πένης ἔχων ἴσον.ἓν μὲν τόδʼ ἡμῖν ὥσπερ ἐν πεσσοῖς δίδωςκρεῖσσον· πόλις γὰρ ἧς ἐγὼ πάρειμʼ ἄποἑνὸς πρὸς ἀνδρός, οὐκ ὄχλῳ κρατύνεται·οὐδʼ ἔστιν αὐτὴν ὅστις ἐκχαυνῶν λόγοιςπρὸς κέρδος ἴδιον ἄλλοτʼ ἄλλοσε στρέφει,τὸ δʼ αὐτίχʼ ἡδὺς καὶ διδοὺς πολλὴν χάριν,ἐσαῦθις ἔβλαψʼ, εἶτα διαβολαῖς νέαιςκλέψας τὰ πρόσθε σφάλματʼ ἐξέδυ δίκης.ἄλλως τε πῶς ἂν μὴ διορθεύων λόγουςὀρθῶς δύναιτʼ ἂν δῆμος εὐθύνειν πόλιν;ὁ γὰρ χρόνος μάθησιν ἀντὶ τοῦ τάχουςκρείσσω δίδωσι. γαπόνος δʼ ἀνὴρ πένης,εἰ καὶ γένοιτο μὴ ἀμαθής, ἔργων ὕποοὐκ ἂν δύναιτο πρὸς τὰ κοίνʼ ἀποβλέπειν.ἦ δὴ νοσῶδες τοῦτο τοῖς ἀμείνοσιν,ὅταν πονηρὸς ἀξίωμʼ ἀνὴρ ἔχῃγλώσσῃ κατασχὼν δῆμον, οὐδὲν ὢν τὸ πρίν.κομψός γʼ ὁ κῆρυξ καὶ παρεργάτης λόγων.ἐπεὶ δʼ ἀγῶνα καὶ σὺ τόνδʼ ἠγωνίσω,ἄκουʼ· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων.οὐδὲν τυράννου δυσμενέστερον πόλει,ὅπου τὸ μὲν πρώτιστον οὐκ εἰσὶν νόμοικοινοί, κρατεῖ δʼ εἷς τὸν νόμον κεκτημένοςαὐτὸς παρʼ αὑτῷ· καὶ τόδʼ οὐκέτʼ ἔστʼ ἴσον.γεγραμμένων δὲ τῶν νόμων ὅ τʼ ἀσθενὴςὁ πλούσιός τε τὴν δίκην ἴσην ἔχει,