ἥξω· παρʼ ὅπλοις θʼ ἥμενος πέμψω λόγουςΚρέοντι νεκρῶν σώματʼ ἐξαιτούμενος.ἀλλʼ, ὦ γεραιαί, σέμνʼ ἀφαιρεῖτε στέφημητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω,φίλην προσάψας χεῖρα· τοῖς τεκοῦσι γὰρδύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων —κάλλιστον ἔρανον· δοὺς γὰρ ἀντιλάζυταιπαίδων παρʼ αὑτοῦ τοιάδʼ ἃν τοκεῦσι δῷ.— ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον,ἐκλύετε τάδʼ, ἐκλύετεἄνακτος ὅσια περὶ θεοὺςκαὶ μεγάλα Πελασγίᾳκαὶ κατʼ Ἄργος.— εἰ γὰρ ἐπὶ τέρμα καὶ τὸ πλέον ἐμῶν κακῶνἱκόμενος ἔτι ματέροςἄγαλμα φόνιον ἐξέλοι,γᾶν δὲ φίλιον Ἰνάχουθεῖτʼ ὀνήσας.— καλὸν δʼ ἄγαλμα πόλεσιν εὐσεβὴς πόνοςχάριν τʼ ἔχει τὰν ἐς αἰεί.τί μοι πόλις κρανεῖ ποτʼ; ἆρα φίλιά μοιτεμεῖ, καὶ τέκνοις ταφὰς ληψόμεσθα;— ἄμυνε ματρί, πόλις, ἄμυνε, Παλλάδος,νόμους βροτῶν μὴ μιαίνειν.σύ τοι σέβεις δίκαν, τὸ δʼ ἧσσον ἀδικίᾳνέμεις, δυστυχῆ τʼ ἀεὶ πάντα ῥύῃ.τέχνην μὲν αἰεὶ τήνδʼ ἔχων ὑπηρετεῖςπόλει τε κἀμοί, διαφέρων κηρύγματα·ἐλθὼν δʼ ὑπέρ τʼ Ἀσωπὸν Ἰσμηνοῦ θʼ ὕδωρσεμνῷ τυράννῳ φράζε Καδμείων τάδε·Θησεύς σʼ ἀπαιτεῖ πρὸς χάριν θάψαι νεκρούς,συγγείτονʼ οἰκῶν γαῖαν, ἀξιῶν τυχεῖν,φίλον τε θέσθαι πάντʼ Ἐρεχθειδῶν λεών.κἂν μὲν θέλωσιν, αἰνέσας παλίσσυτοςστεῖχʼ· ἢν δʼ ἀπιστῶσʼ, οἵδε δεύτεροι λόγοι·Κῶμον δέχεσθαι τὸν ἐμὸν ἀσπιδηφόρον.στρατὸς δὲ θάσσει κἀξετάζεται παρὼνΚαλλίχορον ἀμφὶ σεμνὸν εὐτρεπὴς ὅδε.— καὶ μὴν ἑκοῦσά γʼ ἀσμένη τʼ ἐδέξατοπόλις πόνον τόνδʼ, ὡς θέλοντά μʼ ᾔσθετο.