ἀγῶνος ἥψω φαῦλον ἀθλήσας πόνον,οὗ δʼ ἐς κράνος βλέψαντα καὶ λόγχης ἀκμὴνχρῆν ἐκπονῆσαι, δειλὸς ὢν ἐφηυρέθης.μὴ δῆτʼ ἐμός γʼ ὤν, ὦ τέκνον, δράσῃς τάδε.ὁρᾷς, ἄβουλος ὡς κεκερτομημένητοῖς κερτομοῦσι γοργὸν ὄμμʼ ἀναβλέπεισὴ πατρίς; ἐν γὰρ τοῖς πόνοισιν αὔξεται·αἱ δʼ ἥσυχοι σκοτεινὰ πράσσουσαι πόλειςσκοτεινὰ καὶ βλέπουσιν εὐλαβούμεναι.οὐκ εἶ νεκροῖσι καὶ γυναιξὶν ἀθλίαιςπροσωφελήσων, ὦ τέκνον, κεχρημέναις;ὡς οὔτε ταρβῶ σὺν δίκῃ σʼ ὁρμώμενον,Κάδμου θʼ ὁρῶσα λαὸν εὖ πεπραγότα,ἔτʼ αὐτὸν ἄλλα βλήματʼ ἐν κύβοις βαλεῖνπέποιθʼ· ὁ γὰρ θεὸς πάντʼ ἀναστρέφει πάλιν.ὦ φιλτάτη μοι, τῷδέ τʼ εἴρηκας καλῶςκἀμοί· διπλοῦν δὲ χάρμα γίγνεται τόδε.ἐμοὶ λόγοι μέν, μῆτερ, οἱ λελεγμένοιὀρθῶς ἔχουσʼ ἐς τόνδε, κἀπεφηνάμηνγνώμην ὑφʼ οἵων ἐσφάλη βουλευμάτων·ὁρῶ δὲ κἀγὼ ταῦθʼ ἅπερ με νουθετεῖς,ὡς τοῖς ἐμοῖσιν οὐχὶ πρόσφορον τρόποιςφεύγειν τὰ δεινά. πολλὰ γὰρ δράσας καλὰἔθος τόδʼ εἰς Ἕλληνας ἐξελεξάμην,ἀεὶ κολαστὴς τῶν κακῶν καθεστάναι.οὔκουν ἀπαυδᾶν δυνατόν ἐστί μοι πόνους.τί γάρ μʼ ἐροῦσιν οἵ γε δυσμενεῖς βροτῶν,ὅθʼ ἡ τεκοῦσα χὑπερορρωδοῦσʼ ἐμοῦπρώτη κελεύεις τόνδʼ ὑποστῆναι πόνον;δράσω τάδʼ· εἶμι καὶ νεκροὺς ἐκλύσομαιλόγοισι πείθων· εἰ δὲ μή, βίᾳ δορὸςἤδη τόδʼ ἔσται κοὐχὶ σὺν φθόνῳ θεῶν.δόξαι δὲ χρῄζω καὶ πόλει πάσῃ τόδε.δόξει δʼ ἐμοῦ θέλοντος· ἀλλὰ τοῦ λόγουπροσδοὺς ἔχοιμʼ ἂν δῆμον εὐμενέστερον.καὶ γὰρ κατέστησʼ αὐτὸν ἐς μοναρχίανἐλευθερώσας τήνδʼ ἰσόψηφον πόλιν.λαβὼν δʼ Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγωνἐς πλῆθος ἀστῶν εἶμι· καὶ πείσας τάδε,λεκτοὺς ἀθροίσας δεῦρʼ Ἀθηναίων κόρους