ἄντομαι ἀμφιπίτνουσα τὸ σὸν γόνυ καὶ χέρα δειλαία·οἴκτισαι ἀμφὶ τέκνων μʼ ἱκέταν ἤ τινʼ ἀλάτανοἰκτρὸν ἰήλεμον οἰκτρὸν ἱεῖσαν.μηδʼ ἀτάφους, τέκνον, ἐν χθονὶ Κάδμου χάρματα θηρῶνπαῖδας ἐν ἁλικίᾳ τᾷ σᾷ κατίδῃς, ἱκετεύω.βλέψον ἐμῶν βλεφάρων ἔπι δάκρυον, ἃ περὶ σοῖσιγούνασιν ὧδε πίτνω τέκνοις τάφον ἐξανύσασθαι.μῆτερ, τί κλαίεις λέπτʼ ἐπʼ ὀμμάτων φάρηβαλοῦσα τῶν σῶν; ἆρα δυστήνους γόουςκλύουσα τῶνδε; κἀμὲ γὰρ διῆλθέ τι.ἔπαιρε λευκὸν κρᾶτα, μὴ δακρυρρόεισεμναῖσι Δηοῦς ἐσχάραις παρημένη.αἰαῖ.τὰ τούτων οὐχὶ σοὶ στενακτέον.ὦ τλήμονες γυναῖκες.οὐ σὺ τῶνδʼ ἔφυς.εἴπω τι, τέκνον, σοί τε καὶ πόλει καλόν;ὡς πολλά γʼ ἐστὶ κἀπὸ θηλειῶν σοφά.ἀλλʼ εἰς ὄκνον μοι μῦθος ὃν κεύθω φέρει.αἰσχρόν γʼ ἔλεξας, χρήστʼ ἔπη κρύπτειν φίλοις.οὔτοι σιωπῶσʼ εἶτα μέμψομαί ποτετὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς,οὐδʼ ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγεινδείσασʼ ἀφήσω τῷ φόβῳ τοὐμὸν καλόν.ἐγὼ δέ σʼ, ὦ παῖ, πρῶτα μὲν τὰ τῶν θεῶνσκοπεῖν κελεύω μὴ σφαλῇς ἀτιμάσας·τἄλλʼ εὖ φρονῶν γάρ, ἐν μόνῳ τούτῳ ʼσφάλης.πρὸς τοῖσδε δʼ, εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆντολμηρὸν εἶναι, κάρτʼ ἂν εἶχον ἡσύχως·νῦν δʼ ἴσθι σοί τε τοῦθʼ ὅσην τιμὴν φέρει,κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον,ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺςτάφου τε μοίρας καὶ κτερισμάτων λαχεῖνἐς τήνδʼ ἀνάγκην σῇ καταστῆσαι χερί,νόμιμά τε πάσης συγχέοντας Ἑλλάδοςπαῦσαι· τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλειςτοῦτʼ ἔσθʼ, ὅταν τις τοὺς νόμους σῴζῃ καλῶς.ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίᾳ χερῶν,πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν,δείσας ἀπέστης, καὶ συὸς μὲν ἀγρίου