τὸ πλῆθος εἴ τι βλάπτεται πάσχον τάδε.τρεῖς γὰρ πολιτῶν μερίδες· οἳ μὲν ὄλβιοιἀνωφελεῖς τε πλειόνων τʼ ἐρῶσʼ ἀεί·οἳ δʼ οὐκ ἔχοντες καὶ σπανίζοντες βίουδεινοί, νέμοντες τῷ φθόνῳ πλέον μέρος,ἐς τοὺς ἔχοντας κέντρʼ ἀφιᾶσιν κακά,γλώσσαις πονηρῶν προστατῶν φηλούμενοι·τριῶν δὲ μοιρῶν ἡ ʼν μέσῳ σῴζει πόλεις,κόσμον φυλάσσουσʼ ὅντινʼ ἂν τάξῃ πόλις.κἄπειτʼ ἐγώ σοι σύμμαχος γενήσομαι;τί πρὸς πολίτας τοὺς ἐμοὺς λέγων καλόν;χαίρων ἴθʼ· εἰ γὰρ μὴ βεβούλευσαι καλῶς,αὐτὸς πιέζειν τὴν τύχην, ἡμᾶς δʼ ἐᾶν.ἥμαρτεν· ἐν νέοισι δʼ ἀνθρώπων τόδεἔνεστι· συγγνώμην δὲ τῷδʼ ἔχειν χρεών.ἀλλʼ ὡς ἰατρὸν τῶνδʼ, ἄναξ, ἀφίγμεθα.οὔτοι δικαστήν σʼ εἱλόμην ἐμῶν κακῶνοὐδʼ, εἴ τι πράξας μὴ καλῶς εὑρίσκομαι,τούτων κολαστὴν κἀπιτιμητήν, ἄναξ,ἀλλʼ ὡς ὀναίμην. εἰ δὲ μὴ βούλῃ τάδε,στέργειν ἀνάγκη τοῖσι σοῖς· τί γὰρ πάθω;ἄγʼ, ὦ γεραιαί, στείχετε, γλαυκὴν χλόηναὐτοῦ λιποῦσαι, φυλλάδος καταστροφῇθεούς τε καὶ γῆν τήν τε πυρφόρον θεὰνΔήμητρα θέμεναι μάρτυρʼ ἡλίου τε φῶς,ὡς οὐδὲν ἡμῖν ἤρκεσαν λιταὶ θεῶν.ὃς Πέλοπος ἦν παῖς, Πελοπίας δʼ ἡμεῖς χθονὸςταὐτὸν πατρῷον αἷμα σοὶ κεκτήμεθα.τί δρᾷς; προδώσεις ταῦτα κἀκβαλεῖς χθονὸςγραῦς οὐ τυχούσας οὐδὲν ὧν αὐτὰς ἐχρῆν;μὴ δῆτʼ· ἔχει γὰρ καταφυγὴν θὴρ μὲν πέτραν,δοῦλος δὲ βωμοὺς θεῶν, πόλις δὲ πρὸς πόλινἔπτηξε χειμασθεῖσα· τῶν γὰρ ἐν βροτοῖςοὐκ ἔστιν οὐδὲν διὰ τέλους εὐδαιμονοῦν.βᾶθι, τάλαινʼ, ἱερῶν δαπέδων ἄπο Περσεφονείας,βᾶθι καὶ ἀντίασον γονάτων ἔπι χεῖρα βαλοῦσα,τέκνων τεθνεώτων κομίσαι δέμας, ὦ μελέα ʼγώ,οὓς ὑπὸ τείχεσι Καδμείοισιν ἀπώλεσα κούρους.ἰώ μοι· λάβετε φέρετε πέμπετε κρίνετε ταλαίνας χέρας γεραιάς.πρός σε γενειάδος, ὦ φίλος, ὦ δοκιμώτατος Ἑλλάδι,