πλείω βροτοῖσίν ἐστι τῶν ἀμεινόνων·ἐγὼ δὲ τούτοις ἀντίαν γνώμην ἔχω,πλείω τὰ χρηστὰ τῶν κακῶν εἶναι βροτοῖς·εἰ μὴ γὰρ ἦν τόδʼ, οὐκ ἂν ἦμεν ἐν φάει.αἰνῶ δʼ ὃς ἡμῖν βίοτον ἐκ πεφυρμένουκαὶ θηριώδους θεῶν διεσταθμήσατο,πρῶτον μὲν ἐνθεὶς σύνεσιν, εἶτα δʼ ἄγγελονγλῶσσαν λόγων δούς, ὥστε γιγνώσκειν ὄπα,τροφήν τε καρποῦ τῇ τροφῇ τʼ ἀπʼ οὐρανοῦσταγόνας ὑδρηλάς, ὡς τά γʼ ἐκ γαίας τρέφῃἄρδῃ τε νηδύν· πρὸς δὲ τοῖσι χείματοςπροβλήματʼ, αἶθρον ἐξαμύνασθαι θεοῦ,πόντου τε ναυστολήμαθʼ, ὡς διαλλαγὰςἔχοιμεν ἀλλήλοισιν ὧν πένοιτο γῆ.ἃ δʼ ἔστʼ ἄσημα κοὐ σαφῶς γιγνώσκομεν,ἐς πῦρ βλέποντες καὶ κατὰ σπλάγχνων πτυχὰςμάντεις προσημαίνουσιν οἰωνῶν τʼ ἄπο.ἆρʼ οὐ τρυφῶμεν θεοῦ κατασκευὴν βίῳδόντος τοιαύτην, οἷσιν οὐκ ἀρκεῖ τάδε;ἀλλʼ ἡ φρόνησις τοῦ θεοῦ μεῖζον σθένεινζητεῖ, τὸ γαῦρον δʼ ἐν φρεσὶν κεκτημένοιδοκοῦμεν εἶναι δαιμόνων σοφώτεροι.ἧς καὶ σὺ φαίνῃ δεκάδος, οὐ σοφὸς γεγώς,ὅστις κόρας μὲν θεσφάτοις Φοίβου ζυγεὶςξένοισιν ὧδʼ ἔδωκας ὡς ζώντων θεῶν,λαμπρὸν δὲ θολερῷ δῶμα συμμείξας τὸ σὸνἥλκωσας οἴκους· χρῆν γὰρ οὐδὲ σώματαἄδικα δικαίοις τὸν σοφὸν συμμιγνύναι,εὐδαιμονοῦντας δʼ ἐς δόμους κτᾶσθαι φίλους.κοινὰς γὰρ ὁ θεὸς τὰς τύχας ἡγούμενοςτοῖς τοῦ νοσοῦντος πήμασιν διώλεσετὸν συννοσοῦντα κοὐδὲν ἠδικηκότα.ἐς δὲ στρατείαν πάντας Ἀργείους ἄγων,μάντεων λεγόντων θέσφατʼ, εἶτʼ ἀτιμάσαςβίᾳ παρελθὼν θεοὺς ἀπώλεσας πόλιν,νέοις παραχθείς, οἵτινες τιμώμενοιχαίρουσι πολέμους τʼ αὐξάνουσʼ ἄνευ δίκης,φθείροντες ἀστούς, ὁ μὲν ὅπως στρατηλατῇ,ὁ δʼ ὡς ὑβρίζῃ δύναμιν ἐς χεῖρας λαβών,ἄλλος δὲ κέρδους οὕνεκʼ, οὐκ ἀποσκοπῶν