οὐκ ἦλθες, ὡς ἔοικεν, εὐνοίᾳ θεῶν.τὸ δὲ πλέον, ἦλθον Ἀμφιάρεώ γε πρὸς βίαν.οὕτω τὸ θεῖον ῥᾳδίως ἀπεστράφης;νέων γὰρ ἀνδρῶν θόρυβος ἐξέπλησσέ με.εὐψυχίαν ἔσπευσας ἀντʼ εὐβουλίας.ὃ δή γε πολλοὺς ὤλεσε στρατηλάτας.ἀλλʼ, ὦ καθʼ Ἑλλάδʼ ἀλκιμώτατον κάρα,ἄναξ Ἀθηνῶν, ἐν μὲν αἰσχύναις ἔχωπίτνων πρὸς οὖδας γόνυ σὸν ἀμπίσχειν χερί,πολιὸς ἀνὴρ τύραννος εὐδαίμων πάρος·ὅμως δʼ ἀνάγκη συμφοραῖς εἴκειν ἐμαῖς.σῶσον νεκρούς μοι, τἀμά τʼ οἰκτίρας κακὰκαὶ τῶν θανόντων τάσδε μητέρας τέκνων,αἷς γῆρας ἥκει πολιὸν εἰς ἀπαιδίαν,ἐλθεῖν δʼ ἔτλησαν δεῦρο καὶ ξένον πόδαθεῖναι μόλις γεραιὰ κινοῦσαι μέλη,πρεσβεύματʼ οὐ Δήμητρος ἐς μυστήρια,ἀλλʼ ὡς νεκροὺς θάψωσιν, ἃς αὐτὰς ἐχρῆνκείνων ταφείσας χερσὶν ὡραίων τυχεῖν.σοφὸν δὲ πενίαν τʼ εἰσορᾶν τὸν ὄλβιον,πένητά τʼ εἰς τοὺς πλουσίους ἀποβλέπεινζηλοῦνθʼ, ἵνʼ αὐτὸν χρημάτων ἔρως ἔχῃ,τά τʼ οἰκτρὰ τοὺς μὴ δυστυχεῖς δεδοικέναι.τόν θʼ ὑμνοποιὸν αὐτὸς ἃν τίκτῃ μέληχαίροντα τίκτειν· ἢν δὲ μὴ πάσχῃ τόδε,οὔτοι δύναιτʼ ἂν οἴκοθέν γʼ ἀτώμενοςτέρπειν ἂν ἄλλους· οὐδὲ γὰρ δίκην ἔχει.τάχʼ οὖν ἂν εἴποις· Πελοπίαν παρεὶς χθόναπῶς ταῖς Ἀθήναις τόνδε προστάσσεις πόνον;ἐγὼ δίκαιός εἰμʼ ἀφηγεῖσθαι τάδε.Σπάρτη μὲν ὠμὴ καὶ πεποίκιλται τρόπους,τὰ δʼ ἄλλα μικρὰ κἀσθενῆ· πόλις δὲ σὴμόνη δύναιτʼ ἂν τόνδʼ ὑποστῆναι πόνον·τά τʼ οἰκτρὰ γὰρ δέδορκε καὶ νεανίανἔχει σὲ ποιμένʼ ἐσθλόν· οὗ χρείᾳ πόλειςπολλαὶ διώλοντʼ, ἐνδεεῖς στρατηλάτου.κἀγὼ τὸν αὐτὸν τῷδέ σοι λόγον λέγω,Θησεῦ, διʼ οἴκτου τὰς ἐμὰς λαβεῖν τύχας.ἄλλοισι δὴ ʼπόνησʼ ἁμιλληθεὶς λόγῳτοιῷδʼ. ἔλεξε γάρ τις ὡς τὰ χείρονα