πατρῷος·οὔπω κακὸν τόδʼ εὕδει.αἰαῖ γόων· ἅλις τύχας,ἅλις δʼ ἀλγέων ἐμοὶ πάρεστι.— ἔτʼ Ἀσωποῦ με δέξεται γάνοςχαλκέοις ἐν ὅπλοις Δαναϊδῶν στρατηλάταν,τοῦ φθιμένου πατρὸς ἐκδικαστάν.— ἔτʼ εἰσορᾶν σε, πάτερ, ἐπʼ ὀμμάτων δοκῶ— φίλον φίλημα παρὰ γένυν τιθέντα σόν.— λόγων δὲ παρακέλευσμα σῶνἀέρι φερόμενον οἴχεται.— δυοῖν δʼ ἄχη, ματρί τʼ ἔλιπεν —σέ τʼ οὔποτʼ ἄλγη πατρῷα λείψει.— ἔχω τοσόνδε βάρος ὅσον μʼ ἀπώλεσεν.— φέρʼ, ἀμφὶ μαστὸν ὑποβάλω φίλαν σποδόν.— ἔκλαυσα τόδε κλύων ἔποςστυγνότατον· ἔθιγέ μου φρενῶν.— ὦ τέκνον, ἔβας· οὐκέτι φίλονφίλας ἄγαλμʼ ὄψομαί σε ματρός.Ἄδραστε καὶ γυναῖκες Ἀργεῖαι γένος,ὁρᾶτε παῖδας τούσδʼ ἔχοντας ἐν χεροῖνπατέρων ἀρίστων σώμαθʼ ὧν ἀνειλόμην·τούτοις ἐγώ σφε καὶ πόλις δωρούμεθα.ὑμᾶς δὲ τῶνδε χρὴ χάριν μεμνημένουςσῴζειν, ὁρῶντας ὧν ἐκύρσατʼ ἐξ ἐμοῦ,παισίν θʼ ὑπειπεῖν τούσδε τοὺς αὐτοὺς λόγους,τιμᾶν πόλιν τήνδʼ, ἐκ τέκνων ἀεὶ τέκνοιςμνήμην παραγγέλλοντας ὧν ἐκύρσατε.Ζεὺς δὲ ξυνίστωρ οἵ τʼ ἐν οὐρανῷ θεοὶοἵων ὑφʼ ἡμῶν στείχετʼ ἠξιωμένοι.Θησεῦ, ξύνισμεν πάνθʼ ὅσʼ Ἀργείαν χθόναδέδρακας ἐσθλὰ δεομένην εὐεργετῶν,χάριν τʼ ἀγήρων ἕξομεν· γενναῖα γὰρπαθόντες ὑμᾶς ἀντιδρᾶν ὀφείλομεν.τί δῆτʼ ἔθʼ ὑμῖν ἄλλʼ ὑπουργῆσαί με χρή;χαῖρʼ· ἄξιος γὰρ καὶ σὺ καὶ πόλις σέθεν.ἔσται τάδʼ· ἀλλὰ καὶ σὺ τῶν αὐτῶν τύχοις.ἄκουε, Θησεῦ, τούσδʼ Ἀθηναίας λόγους,ἃ χρή σε δρᾶσαι, δρῶντα δʼ ὠφελεῖν τάδε.μὴ δῷς τάδʼ ὀστᾶ τοῖσδʼ ἐς Ἀργείαν χθόνα