παρεκτρέποντες ὀχετὸν ὥστε μὴ θανεῖν·οὓς χρῆν, ἐπειδὰν μηδὲν ὠφελῶσι γῆν,θανόντας ἔρρειν κἀκποδὼν εἶναι νέοις.— ἰὼ ἰώ·τάδε δὴ παίδων καὶ δὴ φθιμένωνὀστᾶ φέρεται. λάβετʼ, ἀμφίπολοι,γραίας ἀμενοῦς — οὐ γὰρ ἔνεστινῥώμη παίδων ὑπὸ πένθους —πολλοῦ τε χρόνου ζώσης μέτρα δὴκαταλειβομένης τʼ ἄλγεσι πολλοῖς.τί γὰρ ἂν μεῖζον τοῦδʼ ἔτι θνητοῖςπάθος ἐξεύροιςἢ τέκνα θανόντʼ ἐσιδέσθαι;— φέρω φέρω,τάλαινα μᾶτερ, ἐκ πυρὸς πατρὸς μέλη,βάρος μὲν οὐκ ἀβριθὲς ἀλγέων ὕπερ,ἐν δʼ ὀλίγῳ τἀμὰ πάντα συνθείς.— ἰὼ ἰώ,πᾶ φέρεις δάκρυα φίλᾳματρὶ τῶν ὀλωλότων;σποδοῦ τε πλῆθος ὀλίγον ἀντὶ σωμάτωνεὐδοκίμων δήποτʼ ἐν Μυκήναις;— ἄπαις, ἄπαις·ἐγὼ δʼ ἔρημος ἀθλίου πατρὸς τάλαςἔρημον οἶκον ὀρφανεύσομαι λαβών,οὐ πατρὸς ἐν χερσὶ τοῦ τεκόντος.— ἰὼ ἰώ·ποῦ δὲ πόνος ἐμῶν τέκνων,ποῦ λοχευμάτων χάρις;τροφαί τε ματρὸς ἄυπνά τʼ ὀμμάτων τέλη,καὶ φίλιαι προσβολαὶ προσώπων;— βεβᾶσιν, οὐκέτʼ εἰσίν· οἴμοι πάτερ·βεβᾶσιν.αἰθὴρ ἔχει νιν ἤδη,πυρὸς τετακότας σποδῷ·ποτανοὶ δʼ ἤνυσαν τὸν Ἅιδαν.— πάτερ, μῶν σῶν κλύεις τέκνων γόους;ἆρʼ ἀσπιδοῦχος ἔτι ποτʼ ἀντιτάσσομαισὸν φόνον — εἰ γὰρ γένοιτο — τεκνῶν;— ἔτʼ ἂν θεοῦ θέλοντος ἔλθοι δίκα