παισὶν κομίζειν ῥᾳδίως οὕτω μεθείς,ἀλλʼ ἀντὶ τῶν σῶν καὶ πόλεως μοχθημάτωνπρῶτον λάβʼ ὅρκον. τόνδε δʼ ὀμνύναι χρεὼνἌδραστον· οὗτος κύριος, τύραννος ὤν,πάσης ὑπὲρ γῆς Δαναϊδῶν ὁρκωμοτεῖν.ὁ δʼ ὅρκος ἔσται, μήποτʼ Ἀργείους χθόναἐς τήνδʼ ἐποίσειν πολέμιον παντευχίαν,ἄλλων τʼ ἰόντων ἐμποδὼν θήσειν δόρυ.ἢν δʼ ὅρκον ἐκλιπόντες ἔλθωσιν, πάλινκακῶς ὀλέσθαι πρόστρεπʼ Ἀργείων χθόνα.ἐν ᾧ δὲ τέμνειν σφάγια χρή σʼ, ἄκουέ μου.ἔστιν τρίπους σοι χαλκόπους ἔσω δόμων,ὃν Ἰλίου ποτʼ ἐξαναστήσας βάθρασπουδὴν ἐπʼ ἄλλην Ἡρακλῆς ὁρμώμενοςστῆσαί σʼ ἐφεῖτο Πυθικὴν πρὸς ἐσχάραν.ἐν τῷδε λαιμοὺς τρεῖς τριῶν μήλων τεμὼνἔγγραψον ὅρκους τρίποδος ἐν κοίλῳ κύτει,κἄπειτα σῴζειν θεῷ δὸς ᾧ Δελφῶν μέλει,μνημεῖά θʼ ὅρκων μαρτύρημά θʼ Ἑλλάδι.ᾗ δʼ ἂν διοίξῃς σφάγια καὶ τρώσῃς φόνονὀξύστομον μάχαιραν ἐς γαίας μυχοὺςκρύψον παρʼ αὐτὰς ἑπτὰ πυρκαιὰς νεκρῶν·φόβον γὰρ αὐτοῖς, ἤν ποτʼ ἔλθωσιν πόλιν,δειχθεῖσα θήσει καὶ κακὸν νόστον πάλιν.δράσας δὲ ταῦτα πέμπε γῆς ἔξω νεκρούς.τεμένη δʼ, ἵνʼ αὐτῶν σώμαθʼ ἡγνίσθη πυρί,μέθες παρʼ αὐτὴν τρίοδον Ἰσθμίας θεοῦ·σοὶ μὲν τάδʼ εἶπον· παισὶ δʼ Ἀργείων λέγω·πορθήσεθʼ ἡβήσαντες Ἰσμηνοῦ πόλιν,πατέρων θανόντων ἐκδικάζοντες φόνον,σύ τʼ ἀντὶ πατρός, Αἰγιαλεῦ, στρατηλάτηςνέος καταστάς, παῖς τʼ ἀπʼ Αἰτωλῶν μολὼνΤυδέως, ὃν ὠνόμαζε Διομήδην πατήρ.ἀλλʼ οὐ φθάνειν χρὴ συσκιάζοντας γένυνκαὶ χαλκοπληθῆ Δαναϊδῶν ὁρμᾶν στρατὸνἑπτάστολον πύργωμα Καδμείων ἔπι·πικροὶ γὰρ αὐτοῖς ἥξετʼ, ἐκτεθραμμένοισκύμνοι λεόντων, πόλεος ἐκπορθήτορες.κοὐκ ἔστιν ἄλλως· Ἔκγονοι δʼ ἀνʼ Ἑλλάδακληθέντες ᾠδὰς ὑστέροισι θήσετε·