ἡμῖν δὲ καὶ τῷ συμπυρουμένῳ πόσει.ἰώ, γύναι, δεινὸν ἔργον ἐξειργάσω.ἀπωλόμην δύστηνος, Ἀργείων κόραι.ἒ ἔ, σχέτλια τάδε παθών,τὸ πάντολμον ἔργον ὄψῃ τάλας.οὐκ ἄν τινʼ εὕροιτʼ ἄλλον ἀθλιώτερον.ἰὼ τάλας·μετέλαχες τύχας Οἰδιπόδα, γέρον,μέρος καὶ σὺ καὶ πόλις ἐμὰ τλάμων.οἴμοι· τί δὴ βροτοῖσιν οὐκ ἔστιν τόδε,νέους δὶς εἶναι καὶ γέροντας αὖ πάλιν;ἀλλʼ ἐν δόμοις μὲν ἤν τι μὴ καλῶς ἔχῃ,γνώμαισιν ὑστέραισιν ἐξορθούμεθα,αἰῶνα δʼ οὐκ ἔξεστιν. εἰ δʼ ἦμεν νέοιδὶς καὶ γέροντες, εἴ τις ἐξημάρτανε,διπλοῦ βίου λαχόντες ἐξωρθούμεθʼ ἄν.ἐγὼ γὰρ ἄλλους εἰσορῶν τεκνουμένουςπαίδων ἐραστὴς ἦ πόθῳ τʼ ἀπωλλύμην.εἰ δʼ ἐς τόδʼ ἦλθον κἀξεπειράθην τέκνωνοἷον στέρεσθαι πατέρα γίγνεται τέκνων,οὐκ ἄν ποτʼ ἐς τόδʼ ἦλθον εἰς ὃ νῦν κακόν·ὅστις φυτεύσας καὶ νεανίαν τεκὼνἄριστον, εἶτα τοῦδε νῦν στερίσκομαι.εἶἑν· τί δὴ χρὴ τὸν ταλαίπωρόν με δρᾶν;στείχειν πρὸς οἴκους; κᾆτʼ ἐρημίαν ἴδωπολλῶν μελάθρων, ἀπορίαν τʼ ἐμῷ βίῳ;ἢ πρὸς μέλαθρα τοῦδε Καπανέως μόλω;ἥδιστα πρίν γε δῆθʼ, ὅτʼ ἦν παῖς ἥδε μοι.ἀλλʼ οὐκέτʼ ἔστιν, ἥ γʼ ἐμὴν γενειάδαπροσήγετʼ αἰεὶ στόματι καὶ κάρα τόδεκατεῖχε χειρί· πατρὶ δʼ οὐδὲν ἥδιονγέροντι θυγατρός· ἀρσένων δὲ μείζονεςψυχαί, γλυκεῖαι δʼ ἧσσον ἐς θωπεύματα.οὐχ ὡς τάχιστα δῆτά μʼ ἄξετʼ ἐς δόμους;σκότῳ δὲ δώσετʼ· ἔνθʼ ἀσιτίαις ἐμὸνδέμας γεραιὸν συντακεὶς ἀποφθερῶ.τί μʼ ὠφελήσει παιδὸς ὀστέων θιγεῖν;ὦ δυσπάλαιστον γῆρας, ὡς μισῶ σʼ ἔχων,μισῶ δʼ ὅσοι χρῄζουσιν ἐκτείνειν βίον,βρωτοῖσι καὶ ποτοῖσι καὶ μαγεύμασι