Πολυμῆστορ· ἄλλως δʼ αἴτιόν τι καὶ νόμος,γυναῖκας ἀνδρῶν μὴ βλέπειν ἐναντίον.καὶ θαῦμά γʼ οὐδέν. ἀλλὰ τίς χρεία σʼ ἐμοῦ;τί χρῆμʼ ἐπέμψω τὸν ἐμὸν ἐκ δόμων πόδα·ἴδιον ἐμαυτῆς δή τι πρὸς σὲ βούλομαικαὶ παῖδας εἰπεῖν σούς· ὀπάονας δέ μοιχωρὶς κέλευσον τῶνδʼ ἀποστῆναι δόμων.χωρεῖτʼ· ἐν ἀσφαλεῖ γὰρ ἥδʼ ἐρημία.φίλη μὲν εἶ σύ, προσφιλὲς δέ μοι τόδεστράτευμʼ Ἀχαιῶν. ἀλλὰ σημαίνειν σὲ χρῆν·τί χρὴ τὸν εὖ πράσσοντα μὴ πράσσουσιν εὖφίλοις ἐπαρκεῖν; ὡς ἕτοιμός εἰμʼ ἐγώ.πρῶτον μὲν εἰπὲ παῖδʼ ὃν ἐξ ἐμῆς χερὸςΠολύδωρον ἔκ τε πατρὸς ἐν δόμοις ἔχεις,εἰ ζῇ· τὰ δʼ ἄλλα δεύτερόν σʼ ἐρήσομαι.μάλιστα· τοὐκείνου μὲν εὐτυχεῖς μέρος.ὦ φίλταθʼ, ὡς εὖ κἀξίως λέγεις σέθεν.τί δῆτα βούλῃ δεύτερον μαθεῖν ἐμοῦ;εἰ τῆς τεκούσης τῆσδε μέμνηταί τί μου;καὶ δεῦρό γʼ ὡς σὲ κρύφιος ἐζήτει μολεῖν.χρυσὸς δὲ σῶς ὃν ἦλθεν ἐκ Τροίας ἔχων;σῶς, ἐν δόμοις γε τοῖς ἐμοῖς φρουρούμενος.σῶσόν νυν αὐτὸν μηδʼ ἔρα τῶν πλησίον.ἥκιστʼ· ὀναίμην τοῦ παρόντος, ὦ γύναι.οἶσθʼ οὖν ἃ λέξαι σοί τε καὶ παισὶν θέλω;οὐκ οἶδα· τῷ σῷ τοῦτο σημανεῖς λόγῳ.ἔστʼ, ὦ φιληθεὶς ὡς σὺ νῦν ἐμοὶ φιλῇ —τί χρῆμʼ ὃ κἀμὲ καὶ τέκνʼ εἰδέναι χρεών;χρυσοῦ παλαιαὶ Πριαμιδῶν κατώρυχες.ταῦτʼ ἔσθʼ ἃ βούλῃ παιδὶ σημῆναι σέθεν;μάλιστα, διὰ σοῦ γʼ· εἶ γὰρ εὐσεβὴς ἀνήρ.τί δῆτα τέκνων τῶνδε δεῖ παρουσίας;ἄμεινον, ἢν σὺ κατθάνῃς, τούσδʼ εἰδέναι.καλῶς ἔλεξας· τῇδε καὶ σοφώτερον.οἶσθʼ οὖν Ἀθάνας Ἰλίας ἵνα στέγαι;ἐνταῦθʼ ὁ χρυσός ἐστι; σημεῖον δὲ τί;μέλαινα πέτρα γῆς ὑπερτέλλουσʼ ἄνω.ἔτʼ οὖν τι βούλῃ τῶν ἐκεῖ φράζειν ἐμοί;σῶσαί σε χρήμαθʼ οἷς συνεξῆλθον θέλω.ποῦ δῆτα; πέπλων ἐντὸς ἢ κρύψασʼ ἔχεις;