Ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλαςλιπών, ἵνʼ Ἅιδης χωρὶς ᾤκισται θεῶν,Πολύδωρος, Ἑκάβης παῖς γεγὼς τῆς ΚισσέωςΠριάμου τε πατρός, ὅς μʼ, ἐπεὶ Φρυγῶν πόλινκίνδυνος ἔσχε δορὶ πεσεῖν Ἑλληνικῷ,δείσας ὑπεξέπεμψε Τρωικῆς χθονὸςΠολυμήστορος πρὸς δῶμα Θρῃκίου ξένου,ὃς τήνδʼ ἀρίστην Χερσονησίαν πλάκασπείρει, φίλιππον λαὸν εὐθύνων δορί.πολὺν δὲ σὺν ἐμοὶ χρυσὸν ἐκπέμπει λάθρᾳπατήρ, ἵνʼ, εἴ ποτʼ Ἰλίου τείχη πέσοι,τοῖς ζῶσιν εἴη παισὶ μὴ σπάνις βίου.νεώτατος δʼ ἦ Πριαμιδῶν, ὃ καί με γῆςὑπεξέπεμψεν· οὔτε γὰρ φέρειν ὅπλαοὔτʼ ἔγχος οἷός τʼ ἦ νέῳ βραχίονι.ἕως μὲν οὖν γῆς ὄρθʼ ἔκειθʼ ὁρίσματαπύργοι τʼ ἄθραυστοι Τρωικῆς ἦσαν χθονὸςἝκτωρ τʼ ἀδελφὸς οὑμὸς εὐτύχει δορί,καλῶς παρʼ ἀνδρὶ Θρῃκὶ πατρῴῳ ξένῳτροφαῖσιν ὥς τις πτόρθος ηὐξόμην, τάλας·ἐπεὶ δὲ Τροία θʼ Ἕκτορός τʼ ἀπόλλυταιψυχή, πατρῴα θʼ ἑστία κατεσκάφη,αὐτὸς δὲ βωμῷ πρὸς θεοδμήτῳ πίτνεισφαγεὶς Ἀχιλλέως παιδὸς ἐκ μιαιφόνου,κτείνει με χρυσοῦ τὸν ταλαίπωρον χάρινξένος πατρῷος καὶ κτανὼν ἐς οἶδμʼ ἁλὸςμεθῆχʼ, ἵνʼ αὐτὸς χρυσὸν ἐν δόμοις ἔχῃ.κεῖμαι δʼ ἐπʼ ἀκταῖς, ἄλλοτʼ ἐν πόντου σάλῳ,πολλοῖς διαύλοις κυμάτων φορούμενος,ἄκλαυτος ἄταφος· νῦν δʼ ὑπὲρ μητρὸς φίληςἙκάβης ἀίσσω, σῶμʼ ἐρημώσας ἐμόν,τριταῖον ἤδη φέγγος αἰωρούμενος,ὅσονπερ ἐν γῇ τῇδε Χερσονησίᾳμήτηρ ἐμὴ δύστηνος ἐκ Τροίας πάρα.πάντες δʼ Ἀχαιοὶ ναῦς ἔχοντες ἥσυχοιθάσσουσʼ ἐπʼ ἀκταῖς τῆσδε Θρῃκίας χθονός·ὁ Πηλέως γὰρ παῖς ὑπὲρ τύμβου φανεὶςκατέσχʼ Ἀχιλλεὺς πᾶν στράτευμʼ Ἑλληνικόν,πρὸς οἶκον εὐθύνοντας ἐναλίαν πλάτην·αἰτεῖ δʼ ἀδελφὴν τὴν ἐμὴν Πολυξένην