σκύλων ἐν ὄχλῳ ταῖσδε σῴζεται στέγαις.ποῦ δʼ; αἵδʼ Ἀχαιῶν ναύλοχοι περιπτυχαί.ἰδίᾳ γυναικῶν αἰχμαλωτίδων στέγαι.τἄνδον δὲ πιστὰ κἀρσένων ἐρημία;οὐδεὶς Ἀχαιῶν ἔνδον, ἀλλʼ ἡμεῖς μόναι.ἀλλʼ ἕρπʼ ἐς οἴκους· καὶ γὰρ Ἀργεῖοι νεῶνλῦσαι ποθοῦσιν οἴκαδʼ ἐκ Τροίας πόδα·ὡς πάντα πράξας ὧν σε δεῖ στείχῃς πάλινξὺν παισὶν οὗπερ τὸν ἐμὸν ᾤκισας γόνον.οὔπω δέδωκας, ἀλλʼ ἴσως δώσεις δίκην·ἀλίμενόν τις ὡς εἰς ἄντλον πεσὼνλέχριος ἐκπεσῇ φίλας καρδίας,ἀμέρσας βίοτον. τὸ γὰρ ὑπέγγυονΔίκᾳ καὶ θεοῖσιν οὐ συμπίτνει·ὀλέθριον ὀλέθριον κακόν.ψεύσει σʼ ὁδοῦ τῆσδʼ ἐλπὶς ἥ σʼ ἐπήγαγενθανάσιμον πρὸς Ἅιδαν, ἰὼ τάλας·ἀπολέμῳ δὲ χειρὶ λείψεις βίον.ἔσωθενὤμοι, τυφλοῦμαι φέγγος ὀμμάτων τάλας.— ἠκούσατʼ ἀνδρὸς Θρῃκὸς οἰμωγήν, φίλαι;ὤμοι μάλʼ αὖθις, τέκνα, δυστήνου σφαγῆς.— φίλαι, πέπρακται καίνʼ ἔσω δόμων κακά.ἀλλʼ οὔτι μὴ φύγητε λαιψηρῷ ποδί·βάλλων γὰρ οἴκων τῶνδʼ ἀναρρήξω μυχούς.— ἰδού, βαρείας χειρὸς ὁρμᾶται βέλος.— βούλεσθʼ ἐπεσπέσωμεν; ὡς ἀκμὴ καλεῖἙκάβῃ παρεῖναι Τρῳάσιν τε συμμάχους.ἄρασσε, φείδου μηδέν, ἐκβάλλων πύλας·οὐ γάρ ποτʼ ὄμμα λαμπρὸν ἐνθήσεις κόραις,οὐ παῖδας ὄψῃ ζῶντας οὓς ἔκτεινʼ ἐγώ.ἦ γὰρ καθεῖλες Θρῇκα, καὶ κρατεῖς, ξένον,δέσποινα, καὶ δέδρακας οἷάπερ λέγεις;ὄψῃ νιν αὐτίκʼ ὄντα δωμάτων πάροςτυφλὸν τυφλῷ στείχοντα παραφόρῳ ποδί,παίδων τε δισσῶν σώμαθʼ, οὓς ἔκτεινʼ ἐγὼσὺν ταῖς ἀρίσταις Τρῳάσιν· δίκην δέ μοιδέδωκε. χωρεῖ δʼ, ὡς ὁρᾷς, ὅδʼ ἐκ δόμων.ἀλλʼ ἐκποδὼν ἄπειμι κἀποστήσομαιθυμῷ ῥέοντι Θρῃκὶ δυσμαχωτάτῳ.