ἤνυσʼ Ἄρτεμιν ἁ τλάμων·ἄγομαι δὲ θανόντʼ ἰδοῦσʼ ἀκοίταντὸν ἐμὸν ἅλιον ἐπὶ πέλαγος,πόλιν τʼ ἀποσκοποῦσʼ, ἐπεὶνόστιμονναῦς ἐκίνησεν πόδα καί μʼ ἀπὸ γᾶςὥρισεν Ἰλιάδος·τάλαινʼ, ἀπεῖπον ἄλγει,τὰν τοῖν Διοσκούροιν Ἑλέναν κάσινἸδαῖόν τε βούταναἰνόπαριν κατάρᾳδιδοῦσʼ, ἐπεί με γᾶς ἐκπατρῴας ἀπώλεσενἐξῴκισέν τʼ οἴκων γάμος, οὐ γάμος ἀλλʼ ἀ-λάστορός τις οἰζύς·ἃν μήτε πέλαγος ἅλιον ἀπαγάγοι πάλιν,μήτε πα-τρῷον ἵκοιτʼ ἐς οἶκον.ὦ φίλτατʼ ἀνδρῶν Πρίαμε, φιλτάτη δὲ σύ,Ἑκάβη, δακρύω σʼ εἰσορῶν πόλιν τε σὴντήν τʼ ἀρτίως θανοῦσαν ἔκγονον σέθεν.φεῦ·οὐκ ἔστι πιστὸν οὐδέν, οὔτʼ εὐδοξίαοὔτʼ αὖ καλῶς πράσσοντα μὴ πράξειν κακῶς.φύρουσι δʼ αὐτοὶ θεοὶ πάλιν τε καὶ πρόσωταραγμὸν ἐντιθέντες, ὡς ἀγνωσίᾳσέβωμεν αὐτούς. ἀλλὰ ταῦτα μὲν τί δεῖθρηνεῖν, προκόπτοντʼ οὐδὲν ἐς πρόσθεν κακῶν;σὺ δʼ, εἴ τι μέμφῃ τῆς ἐμῆς ἀπουσίας,σχές· τυγχάνω γὰρ ἐν μέσοις Θρῄκης ὅροιςἀπών, ὅτʼ ἦλθες δεῦρʼ· ἐπεὶ δʼ ἀφικόμην,ἤδη πόδʼ ἔξω δωμάτων αἴροντί μοιἐς ταὐτὸν ἥδε συμπίτνει δμωὶς σέθενλέγουσα μύθους, ὧν κλύων ἀφικόμην.αἰσχύνομαί σε προσβλέπειν ἐναντίον,Πολυμῆστορ, ἐν τοιοῖσδε κειμένη κακοῖς.ὅτῳ γὰρ ὤφθην εὐτυχοῦσʼ, αἰδώς μʼ ἔχειἐν τῷδε πότμῳ τυγχάνουσʼ ἵνʼ εἰμὶ νῦνκοὐκ ἂν δυναίμην προσβλέπειν ὀρθαῖς κόραις.ἀλλʼ αὐτὸ μὴ δύσνοιαν ἡγήσῃ σέθεν,