δισσὴ μέριμνα μητρί, κρυφθῆτον χθονί.ἔσται τάδʼ οὕτω· καὶ γὰρ εἰ μὲν ἦν στρατῷπλοῦς, οὐκ ἂν εἶχον τήνδε σοι δοῦναι χάριν·νῦν δʼ, οὐ γὰρ ἵησʼ οὐρίους πνοὰς θεός,μένειν ἀνάγκη πλοῦν ὁρῶντʼ ἐς ἥσυχον.γένοιτο δʼ εὖ πως· πᾶσι γὰρ κοινὸν τόδε,ἰδίᾳ θʼ ἑκάστῳ καὶ πόλει, τὸν μὲν κακὸνκακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν.σὺ μέν, ὦ πατρὶς Ἰλιάς,τῶν ἀπορθήτων πόλις οὐκέτι λέξῃ·τοῖον Ἑλλάνων νέφος ἀμφί σε κρύπτειδορὶ δὴ δορὶ πέρσαν.ἀπὸ δὲ στεφάναν κέκαρ-σαι πύργων, κατὰ δʼ αἰθάλουκηλῖδʼ οἰκτροτάταν κέχρω-σαι· τάλαινʼ,οὐκέτι σʼ ἐμβατεύσω.μεσονύκτιος ὠλλύμαν,ἦμος ἐκ δείπνων ὕπνος ἡδὺς ἐπʼ ὄσσοιςσκίδναται, μολπᾶν δʼ ἄπο καὶ χοροποιῶνθυσιᾶν καταλύσαςπόσις ἐν θαλάμοις ἔκει-το, ξυστὸν δʼ ἐπὶ πασσάλῳ,ναύταν οὐκέθʼ ὁρῶν ὅμι-λον ΤροίανἸλιάδʼ ἐμβεβῶτα.ἐγὼ δὲ πλόκαμον ἀναδέτοιςμίτραισιν ἐρρυθμιζόμανχρυσέων ἐνόπτρων λεύσ-σουσʼ ἀτέρμονας εἰς αὐγάς,ἐπιδέμνιος ὡς πέσοιμʼ ἐς εὐνάν.ἀνὰ δὲ κέλαδος ἔμολε πόλιν·κέλευσμα δʼ ἦν κατʼ ἄστυ Τροί-ας τόδʼ· Ὦπαῖδες Ἑλλάνων, πότε δὴ πότε τὰνἸλιάδα σκοπιὰνπέρσαντες ἥξετʼ οἴκους;λέχη δὲ φίλια μονόπεπλοςλιποῦσα, Δωρὶς ὡς κόρα,σεμνὰν προσίζουσʼ οὐκ