— Τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός,τὸν κατθανόντα δʼ ἐχθρόν· εἰ δὲ σοὶ φίλοςὅδʼ ἐστί, χωρὶς τοῦτο κοὐ κοινὸν στρατῷ. —πρὸς ταῦτα φρόντιζʼ· ὡς θέλοντα μέν μʼ ἔχειςσοὶ ξυμπονῆσαι καὶ ταχὺν προσαρκέσαι,βραδὺν δʼ, Ἀχαιοῖς εἰ διαβληθήσομαι.φεῦ.οὐκ ἔστι θνητῶν ὅστις ἔστʼ ἐλεύθερος·ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης,ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶεἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις.ἐπεὶ δὲ ταρβεῖς τῷ τʼ ὄχλῳ πλέον νέμεις,ἐγώ σε θήσω τοῦδʼ ἐλεύθερον φόβου.σύνισθι μὲν γάρ, ἤν τι βουλεύσω κακὸντῷ τόνδʼ ἀποκτείναντι, συνδράσῃς δὲ μή.ἢν δʼ ἐξ Ἀχαιῶν θόρυβος ἢ ʼπικουρίαπάσχοντος ἀνδρὸς Θρῃκὸς οἷα πείσεταιφανῇ τις, εἶργε μὴ δοκῶν ἐμὴν χάριν.τὰ δʼ ἄλλα — θάρσει — πάντʼ ἐγὼ θήσω καλῶς.πῶς οὖν; τί δράσεις; πότερα φάσγανον χερὶλαβοῦσα γραίᾳ φῶτα βάρβαρον κτενεῖς,ἢ φαρμάκοισιν ἢ ʼπικουρίᾳ τινί;τίς σοι ξυνέσται χείρ; πόθεν κτήσῃ φίλους;στέγαι κεκεύθασʼ αἵδε Τρῳάδων ὄχλον.τὰς αἰχμαλώτους εἶπας, Ἑλλήνων ἄγραν;σὺν ταῖσδε τὸν ἐμὸν φονέα τιμωρήσομαι.καὶ πῶς γυναιξὶν ἀρσένων ἔσται κράτος;δεινὸν τὸ πλῆθος σὺν δόλῳ τε δύσμαχον.δεινόν· τὸ μέντοι θῆλυ μέμφομαι γένος.τί δʼ; οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνακαὶ Λῆμνον ἄρδην ἀρσένων ἐξῴκισαν;ἀλλʼ ὣς γενέσθω· τόνδε μὲν μέθες λόγον,πέμψον δέ μοι τήνδʼ ἀσφαλῶς διὰ στρατοῦγυναῖκα. — καὶ σὺ Θρῃκὶ πλαθεῖσα ξένῳλέξον· Καλεῖ σʼ ἄνασσα δή ποτʼ ἸλίουἙκάβη, σὸν οὐκ ἔλασσον ἢ κείνης χρέος,καὶ παῖδας· ὡς δεῖ καὶ τέκνʼ εἰδέναι λόγουςτοὺς ἐξ ἐκείνης. — τὸν δὲ τῆς νεοσφαγοῦςΠολυξένης ἐπίσχες, Ἀγάμεμνον, τάφον,ὡς τώδʼ ἀδελφὼ πλησίον μιᾷ φλογί,