μισθοὺς διδόντες μανθάνειν, ἵνʼ ἦν ποτεπείθειν ἅ τις βούλοιτο τυγχάνειν θʼ ἅμα;πῶς οὖν ἔτʼ ἄν τις ἐλπίσαι πράξειν καλῶς;οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτʼ εἰσί μοι,αὕτη δʼ ἐπʼ αἰσχροῖς αἰχμάλωτος. οἴχομαι·καπνὸν δὲ πόλεως τόνδʼ ὑπερθρῴσκονθʼ ὁρῶ.καὶ μήν — ἴσως μὲν τοῦ λόγου κενὸν τόδε,Κύπριν προβάλλειν· ἀλλʼ ὅμως εἰρήσεται·πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεταιἡ φοιβάς, ἣν καλοῦσι Κασάνδραν Φρύγες.ποῦ τὰς φίλας δῆτʼ εὐφρόνας δείξεις, ἄναξ,ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτωνχάριν τίνʼ ἕξει παῖς ἐμή, κείνης δʼ ἐγώ;ἐκ τοῦ σκότου τε τῶν τε νυκτερησίωνφίλτρων μεγίστη γίγνεται βροτοῖς χάρις.ἄκουε δή νυν· τὸν θανόντα τόνδʼ ὁρᾷς;τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθενδράσεις. ἑνός μοι μῦθος ἐνδεὴς ἔτι.εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσικαὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσειἢ Δαιδάλου τέχναισιν ἢ θεῶν τινος,ὡς πάνθʼ ὁμαρτῇ σῶν ἔχοιντο γουνάτωνκλαίοντʼ, ἐπισκήπτοντα παντοίους λόγους.ὦ δέσποτʼ, ὦ μέγιστον Ἕλλησιν φάος,πιθοῦ, παράσχες χεῖρα τῇ πρεσβύτιδιτιμωρόν, εἰ καὶ μηδέν ἐστιν, ἀλλʼ ὅμως.ἐσθλοῦ γὰρ ἀνδρὸς τῇ δίκῃ θʼ ὑπηρετεῖνκαὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί.δεινόν γε, θνητοῖς ὡς ἅπαντα συμπίτνει,καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν,φίλους τιθέντες τούς γε πολεμιωτάτουςἐχθρούς τε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι.ἐγὼ σὲ καὶ σὸν παῖδα καὶ τύχας σέθεν,Ἑκάβη, διʼ οἴκτου χεῖρά θʼ ἱκεσίαν ἔχω,καὶ βούλομαι θεῶν θʼ οὕνεκʼ ἀνόσιον ξένονκαὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην,εἴ πως φανείη γʼ ὥστε σοί τʼ ἔχειν καλῶς,στρατῷ τε μὴ δόξαιμι Κασάνδρας χάρινΘρῄκης ἄνακτι τόνδε βουλεῦσαι φόνον.ἔστιν γὰρ ᾗ ταραγμὸς ἐμπέπτωκέ μοι·