ἥξει τι μέλος γοερὸν γοεραῖς.οὔποτʼ ἐμὰ φρὴν ὧδʼ ἀλίαστοςφρίσσει, ταρβεῖ.ποῦ ποτε θείαν Ἑλένου ψυχὰνκαὶ Κασάνδραν ἐσίδω, Τρῳάδες,ὥς μοι κρίνωσιν ὀνείρους;εἶδον γὰρ βαλιὰν ἔλαφον λύκου αἵμονι χαλᾷσφαζομέναν, ἀπʼ ἐμῶν γονάτων σπασθεῖσαν ἀνοίκτως.καὶ τόδε δεῖμά μοι· ἦλθʼ ὑπὲρ ἄκραςτύμβου κορυφᾶςφάντασμʼ Ἀχιλέως· ᾔτει δὲ γέραςτῶν πολυμόχθων τινὰ Τρωιάδων.ἀπʼ ἐμᾶς ἀπʼ ἐμᾶς οὖν τόδε παιδὸςπέμψατε, δαίμονες, ἱκετεύω.Ἑκάβη, σπουδῇ πρός σʼ ἐλιάσθηντὰς δεσποσύνους σκηνὰς προλιποῦσʼ,ἵνʼ ἐκληρώθην καὶ προσετάχθηνδούλη, πόλεως ἀπελαυνομένητῆς Ἰλιάδος, λόγχης αἰχμῇδοριθήρατος πρὸς Ἀχαιῶν,οὐδὲν παθέων ἀποκουφίζουσʼ,ἀλλʼ ἀγγελίας βάρος ἀραμένημέγα σοί τε, γύναι, κῆρυξ ἀχέων.ἐν γὰρ Ἀχαιῶν πλήρει ξυνόδῳλέγεται δόξαι σὴν παῖδʼ Ἀχιλεῖσφάγιον θέσθαι· τύμβου δʼ ἐπιβὰςοἶσθʼ ὅτε χρυσέοις ἐφάνη σὺν ὅπλοις,τὰς ποντοπόρους δʼ ἔσχε σχεδίαςλαίφη προτόνοις ἐπερειδομένας,τάδε θωΰσσων·Ποῖ δή, Δαναοί, τὸν ἐμὸν τύμβονστέλλεσθʼ ἀγέραστον ἀφέντες;πολλῆς δʼ ἔριδος συνέπαισε κλύδων,δόξα δʼ ἐχώρει δίχʼ ἀνʼ Ἑλλήνωνστρατὸν αἰχμητήν, τοῖς μὲν διδόναιτύμβῳ σφάγιον, τοῖς δʼ οὐχὶ δοκοῦν.ἦν δʼ ὁ τὸ μὲν σὸν σπεύδων ἀγαθὸντῆς μαντιπόλου Βάκχης ἀνέχωνλέκτρʼ Ἀγαμέμνων·τὼ Θησείδα δʼ, ὄζω Ἀθηνῶν,