δισσῶν μύθων ῥήτορες ἦσαν·γνώμῃ δὲ μιᾷ συνεχωρείτην,τὸν Ἀχίλλειον τύμβον στεφανοῦναἵματι χλωρῷ, τὰ δὲ Κασάνδραςλέκτρʼ οὐκ ἐφάτην τῆς Ἀχιλείαςπρόσθεν θήσειν ποτὲ λόγχης.σπουδαὶ δὲ λόγων κατατεινομένωνἦσαν ἴσαι πως, πρὶν ὁ ποικιλόφρωνκόπις ἡδυλόγος δημοχαριστὴςΛαερτιάδης πείθει στρατιὰνμὴ τὸν ἄριστον Δαναῶν πάντωνδούλων σφαγίων εἵνεκʼ ἀπωθεῖν,μηδέ τινʼ εἰπεῖν παρὰ Φερσεφόνῃστάντα φθιμένωνὡς ἀχάριστοι Δαναοὶ Δαναοῖςτοῖς οἰχομένοις ὑπὲρ ἙλλήνωνΤροίας πεδίων ἀπέβησαν.ἥξει δʼ Ὀδυσεὺς ὅσον οὐκ ἤδη,πῶλον ἀφέλξων σῶν ἀπὸ μαστῶνἔκ τε γεραιᾶς χερὸς ὁρμήσων.ἀλλʼ ἴθι ναούς, ἴθι πρὸς βωμούς,ἵζʼ Ἀγαμέμνονος ἱκέτις γονάτων,κήρυσσε θεοὺς τούς τʼ οὐρανίδαςτούς θʼ ὑπὸ γαῖαν.ἢ γάρ σε λιταὶ διακωλύσουσʼὀρφανὸν εἶναι παιδὸς μελέας,ἢ δεῖ σʼ ἐπιδεῖν τύμβου προπετῆφοινισσομένην αἵματι παρθένονἐκ χρυσοφόρουδειρῆς νασμῷ μελαναυγεῖ.οἲ ἐγὼ μελέα, τί ποτʼ ἀπύσω;ποίαν ἀχώ, ποῖον ὀδυρμόν,δειλαία δειλαίου γήρως,δουλείας τᾶς οὐ τλατᾶς,τᾶς οὐ φερτᾶς; οἴμοι.τίς ἀμύνει μοι; ποία γέννα,ποία δὲ πόλις; φροῦδος πρέσβυς,φροῦδοι παῖδες.ποίαν ἢ ταύταν ἢ κείνανστείχω; ποῖ δʼ ἥσω; ποῦ τις θεῶν