τύμβῳ φίλον πρόσφαγμα καὶ γέρας λαβεῖν.καὶ τεύξεται τοῦδʼ, οὐδʼ ἀδώρητος φίλωνἔσται πρὸς ἀνδρῶν· ἡ πεπρωμένη δʼ ἄγειθανεῖν ἀδελφὴν τῷδʼ ἐμὴν ἐν ἤματι.δυοῖν δὲ παίδοιν δύο νεκρὼ κατόψεταιμήτηρ, ἐμοῦ τε τῆς τε δυστήνου κόρης.φανήσομαι γάρ, ὡς τάφου τλήμων τύχω,δούλης ποδῶν πάροιθεν ἐν κλυδωνίῳ.τοὺς γὰρ κάτω σθένοντας ἐξῃτησάμηντύμβου κυρῆσαι κἀς χέρας μητρὸς πεσεῖν.τοὐμὸν μὲν οὖν ὅσονπερ ἤθελον τυχεῖνἔσται· γεραιᾷ δʼ ἐκποδὼν χωρήσομαιἙκάβῃ· περᾷ γὰρ ἥδʼ ὑπὸ σκηνῆς πόδαἈγαμέμνονος, φάντασμα δειμαίνουσʼ ἐμόν.φεῦ·ὦ μῆτερ ἥτις ἐκ τυραννικῶν δόμωνδούλειον ἦμαρ εἶδες, ὡς πράσσεις κακῶςὅσονπερ εὖ ποτʼ· ἀντισηκώσας δέ σεφθείρει θεῶν τις τῆς πάροιθʼ εὐπραξίας.ἄγετʼ, ὦ παῖδες, τὴν γραῦν πρὸ δόμων,ἄγετʼ ὀρθοῦσαι τὴν ὁμόδουλον,Τρῳάδες, ὑμῖν, πρόσθε δʼ ἄνασσαν·λάβετε φέρετε πέμπετʼ ἀείρετέ μουγεραιᾶς χειρὸς προσλαζύμεναι·κἀγὼ σκολιῷ σκίπωνι χερὸςδιερειδομένα σπεύσω βραδύπουνἤλυσιν ἄρθρων προτιθεῖσα.ὦ στεροπὰ Διός, ὦ σκοτία νύξ,τί ποτʼ αἴρομαι ἔννυχος οὕτωδείμασι, φάσμασιν; ὦ πότνια Χθών,μελανοπτερύγων μῆτερ ὀνείρων,ἀποπέμπομαι ἔννυχον ὄψιν,ἣν περὶ παιδὸς ἐμοῦ τοῦ σῳζομένου κατὰ Θρῄκηνἀμφὶ Πολυξείνης τε φίλης θυγατρὸς διʼ ὀνείρωνεἶδον γὰρ φοβερὰν ὄψιν ἔμαθον ἐδάην.ὦ χθόνιοι θεοί, σώσατε παῖδʼ ἐμόν,ὃς μόνος οἴκων ἄγκυρʼ ἔτʼ ἐμῶντὴν χιονώδη Θρῄκην κατέχειξείνου πατρίου φυλακαῖσιν.ἔσται τι νέον·