ἥδʼ, ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι.τοῦτον ματεύουσʼ ἢ πονοῦσʼ ἄλλον πόνον;λούτρʼ ᾤχετʼ οἴσουσʼ ἐξ ἁλὸς Πολυξένῃ.κτανών νιν, ὡς ἔοικεν, ἐκβάλλει ξένος.θαλασσόπλαγκτόν γʼ, ὧδε διατεμὼν χρόα.ὦ σχετλία σὺ τῶν ἀμετρήτων πόνων.ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν.φεῦ φεῦ· τίς οὕτω δυστυχὴς ἔφυ γυνή;οὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις.ἀλλʼ ὧνπερ οὕνεκʼ ἀμφὶ σὸν πίπτω γόνυἄκουσον. εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ,στέργοιμʼ ἄν· εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦτιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου,ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνωδείσας δέδρακεν ἔργον ἀνοσιώτατον,κοινῆς τραπέζης πολλάκις τυχὼν ἐμοί,ξενίας τʼ ἀριθμῷ πρῶτʼ ἔχων ἐμῶν φίλων,τυχὼν δʼ ὅσων δεῖ — . καὶ λαβὼν προμηθίανἔκτεινε· τύμβου δʼ, εἰ κτανεῖν ἐβούλετο,οὐκ ἠξίωσεν, ἀλλʼ ἀφῆκε πόντιον.ἡμεῖς μὲν οὖν δοῦλοί τε κἀσθενεῖς ἴσως·ἀλλʼ οἱ θεοὶ σθένουσι χὡ κείνων κρατῶνΝόμος· νόμῳ γὰρ τοὺς θεοὺς ἡγούμεθακαὶ ζῶμεν ἄδικα καὶ δίκαιʼ ὡρισμένοι·ὃς ἐς σʼ ἀνελθὼν εἰ διαφθαρήσεται,καὶ μὴ δίκην δώσουσιν οἵτινες ξένουςκτείνουσιν ἢ θεῶν ἱερὰ τολμῶσιν φέρειν,οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ἴσον.ταῦτʼ οὖν ἐν αἰσχρῷ θέμενος αἰδέσθητί με·οἴκτιρον ἡμᾶς, ὡς γραφεύς τʼ ἀποσταθεὶςἰδοῦ με κἀνάθρησον οἷʼ ἔχω κακά.τύραννος ἦ ποτʼ, ἀλλὰ νῦν δούλη σέθεν,εὔπαις ποτʼ οὖσα, νῦν δὲ γραῦς ἄπαις θʼ ἅμα,ἄπολις ἔρημος, ἀθλιωτάτη βροτῶνοἴμοι τάλαινα, ποῖ μʼ ὑπεξάγεις πόδα;ἔοικα πράξειν οὐδέν· ὦ τάλαινʼ ἐγώ.τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματαμοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν,Πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνηνοὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν