Ἀγαμέμνονος τοῦδʼ ἢ φέρω σιγῇ κακά;τί μοι προσώπῳ νῶτον ἐγκλίνασα σὸνδύρῃ, τὸ πραχθὲν δʼ οὐ λέγεις; — τίς ἔσθʼ ὅδε;ἀλλʼ, εἴ με δούλην πολεμίαν θʼ ἡγούμενοςγονάτων ἀπώσαιτʼ, ἄλγος ἂν προσθείμεθʼ ἄν.οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύωνἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων.ἆρʼ ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲςμᾶλλον φρένας τοῦδʼ, ὄντος οὐχὶ δυσμενοῦς;εἴ τοί με βούλῃ τῶνδε μηδὲν εἰδέναι,ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδʼ ἐγὼ κλύειν.οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερτέκνοισι τοῖς ἐμοῖσι. τί στρέφω τάδε;τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω. —Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτωνκαὶ σοῦ γενείου δεξιᾶς τʼ εὐδαίμονοςτί χρῆμα μαστεύουσα; μῶν ἐλεύθεροναἰῶνα θέσθαι; ῥᾴδιον γάρ ἐστί σοι.οὐ δῆτα· τοὺς κακοὺς δὲ τιμωρουμένηαἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω.καὶ δὴ τίνʼ ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς;οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ. —ὁρᾷς νεκρὸν τόνδʼ, οὗ καταστάζω δάκρυ;ὁρῶ· τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν.τοῦτόν ποτʼ ἔτεκον κἄφερον ζώνης ὕπο.ἔστιν δὲ τίς σῶν οὗτος, ὦ τλῆμον, τέκνων;οὐ τῶν θανόντων Πριαμιδῶν ὑπʼ Ἰλίῳ.ἦ γάρ τινʼ ἄλλον ἔτεκες ἢ κείνους, γύναι;ἀνόνητά γʼ, ὡς ἔοικε, τόνδʼ ὃν εἰσορᾷς.ποῦ δʼ ὢν ἐτύγχανʼ, ἡνίκʼ ὤλλυτο πτόλις;πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν.ποῖ τῶν τότʼ ὄντων χωρίσας τέκνων μόνον;ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών.πρὸς ἄνδρʼ ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός;ἐνταῦθʼ ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ.θνῄσκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών;τίνος γʼ ὑπʼ ἄλλου; Θρῄξ νιν ὤλεσε ξένος.ὦ τλῆμον· ἦ που χρυσὸν ἠράσθη λαβεῖν;τοιαῦτʼ, ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν.ηὗρες δὲ ποῦ νιν; ἢ τίς ἤνεγκεν νεκρόν;