οὐδέ ποτʼ ἀστένακτος ἀδάκρυτος ἁ-μέρα μʼ ἐπισχήσει.δείνʼ, ὦ τάλαινα, δεινὰ πάσχομεν κακά.ὦ τέκνον τέκνον ταλαίνας ματρός,τίνι μόρῳ θνῄσκεις,τίνι πότμῳ κεῖσαι;πρὸς τίνος ἀνθρώπων;οὐκ οἶδʼ· ἐπʼ ἀκταῖς νιν κυρῶ θαλασσίαιςἔκβλητον, ἢ πέσημα φοινίου δορός,ἐν ψαμάθῳ λευρᾷ;πόντου νιν ἐξήνεγκε πελάγιος κλύδων.ὤμοι, αἰαῖ, ἔμαθον ἔνυπνον ὀμμάτωνἐμῶν ὄψιν· οὔ με παρέβαφάσμα μελανόπτερον, τὰν ἐσεῖδον ἀμφὶ σέ,ὦ τέκνον, οὐκέτʼ ὄντα Διὸς ἐν φάει.τίς γάρ νιν ἔκτεινʼ; οἶσθʼ ὀνειρόφρων φράσαι;ἐμὸς ἐμὸς ξένος, Θρῄκιος ἱππότας,ἵνʼ ὁ γέρων πατὴρ ἔθετό νιν κρύψας.οἴμοι, τί λέξεις; χρυσὸν ὡς ἔχοι κτανών;ἄρρητʼ ἀνωνόμαστα, θαυμάτων πέρα,οὐχ ὅσιʼ οὐδʼ ἀνεκτά. ποῦ δίκα ξένων;ὦ κατάρατʼ ἀνδρῶν, ὡς διεμοιράσωχρόα, σιδαρέῳ τεμὼν φασγάνῳμέλεα τοῦδε παιδὸς οὐδʼ ᾤκτισας.ὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶνδαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς.ἀλλʼ εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμαςἈγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι.Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφῳἐλθοῦσʼ, ἐφʼ οἷσπερ Ταλθύβιος ἤγγειλέ μοιμὴ θιγγάνειν σῆς μηδένʼ Ἀργείων κόρης;ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδʼ ἐψαύομεν·σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ.ἥκω δʼ ἀποστελῶν σε· τἀκεῖθεν γὰρ εὖπεπραγμένʼ ἐστίν — εἴ τι τῶνδʼ ἐστὶν καλῶς.ἔα· τίνʼ ἄνδρα τόνδʼ ἐπὶ σκηναῖς ὁρῶθανόντα Τρώων; οὐ γὰρ Ἀργεῖον πέπλοιδέμας περιπτύσσοντες ἀγγέλλουσί μοι.δύστηνʼ, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ,Ἑκάβη, τί δράσω; πότερα προσπέσω γόνυ