ἐπὶ δορὶ καὶ φόνῳ καὶ ἐμῶν μελάθρων λώβᾳ·στένει δὲ καί τις ἀμφὶ τὸν εὔροον ΕὐρώτανΛάκαινα πολυδάκρυτος ἐν δόμοις κόρα,πολιάν τʼ ἐπὶ κρᾶτα μάτηρτέκνων θανόντωντίθεται χέρα δρύπτεται παρειάν,δίαιμον ὄνυχα τιθεμένα σπαραγμοῖς.γυναῖκες, Ἑκάβη ποῦ ποθʼ ἡ παναθλία,ἡ πάντα νικῶσʼ ἄνδρα καὶ θῆλυν σπορὰνκακοῖσιν; οὐδεὶς στέφανον ἀνθαιρήσεται.τί δʼ, ὦ τάλαινα σῆς κακογλώσσου βοῆς;ὡς οὔποθʼ εὕδει λυπρά σου κηρύγματα.Ἑκάβῃ φέρω τόδʼ ἄλγος· ἐν κακοῖσι δὲοὐ ῥᾴδιον βροτοῖσιν εὐφημεῖν στόμα.καὶ μὴν περῶσα τυγχάνει δόμων ὕπερἥδʼ, ἐς δὲ καιρὸν σοῖσι φαίνεται λόγοις.ὦ παντάλαινα κἄτι μᾶλλον ἢ λέγω,δέσποινʼ, ὄλωλας κοὐκέτʼ εἶ, βλέπουσα φῶς,ἄπαις ἄνανδρος ἄπολις ἐξεφθαρμένη.οὐ καινὸν εἶπας, εἰδόσιν δʼ ὠνείδισας.ἀτὰρ τί νεκρὸν τόνδε μοι Πολυξένηςἥκεις κομίζουσʼ, ἧς ἀπηγγέλθη τάφοςπάντων Ἀχαιῶν διὰ χερὸς σπουδὴν ἔχειν;ἥδʼ οὐδὲν οἶδεν, ἀλλά μοι Πολυξένηνθρηνεῖ, νέων δὲ πημάτων οὐχ ἅπτεται.οἲ ʼγὼ τάλαινα· μῶν τὸ βακχεῖον κάρατῆς θεσπιῳδοῦ δεῦρο Κασάνδρας φέρεις;ζῶσαν λέλακας, τὸν θανόντα δʼ οὐ στένειςτόνδʼ· ἀλλʼ ἄθρησον σῶμα γυμνωθὲν νεκροῦ,εἴ σοι φανεῖται θαῦμα καὶ παρʼ ἐλπίδας.οἴμοι, βλέπω δὴ παῖδʼ ἐμὸν τεθνηκότα,Πολύδωρον, ὅν μοι Θρῂξ ἔσῳζʼ οἴκοις ἀνήρ.ἀπωλόμην δύστηνος, οὐκέτʼ εἰμὶ δή.ὦ τέκνον τέκνον,αἰαῖ, κατάρχομαι γόων,βακχεῖον ἐξ ἀλάστοροςἀρτιμαθῆ νόμον.ἔγνως γὰρ ἄτην παιδός, ὦ δύστηνε σύ;ἄπιστʼ ἄπιστα, καινὰ καινὰ δέρκομαι.ἕτερα δʼ ἀφʼ ἑτέρων κακὰ κακῶν κυρεῖ·