μὴ θιγγάνειν μοι μηδένʼ, ἀλλʼ εἴργειν ὄχλον,τῆς παιδός. ἔν τοι μυρίῳ στρατεύματιἀκόλαστος ὄχλος ναυτική τʼ ἀναρχίακρείσσων πυρός, κακὸς δʼ ὁ μή τι δρῶν κακόν.σὺ δʼ αὖ λαβοῦσα τεῦχος, ἀρχαία λάτρι,βάψασʼ ἔνεγκε δεῦρο ποντίας ἁλός,ὡς παῖδα λουτροῖς τοῖς πανυστάτοις ἐμήν,νύμφην τʼ ἄνυμφον παρθένον τʼ ἀπάρθενον,λούσω προθῶμαί θʼ — ὡς μὲν ἀξία, πόθεν;οὐκ ἂν δυναίμην· ὡς δʼ ἔχω — τί γὰρ πάθω; —κόσμον τʼ ἀγείρασʼ αἰχμαλωτίδων πάρα,αἵ μοι πάρεδροι τῶνδʼ ἔσω σκηνωμάτωνναίουσιν, εἴ τις τοὺς νεωστὶ δεσπόταςλαθοῦσʼ ἔχει τι κλέμμα τῶν αὑτῆς δόμων.ὦ σχήματʼ οἴκων, ὦ ποτʼ εὐτυχεῖς δόμοι,ὦ πλεῖστʼ ἔχων κάλλιστά τʼ, εὐτεκνώτατεΠρίαμε, γεραιά θʼ ἥδʼ ἐγὼ μήτηρ τέκνων,ὡς ἐς τὸ μηδὲν ἥκομεν, φρονήματοςτοῦ πρὶν στερέντες. εἶτα δῆτʼ ὀγκούμεθα,ὃ μέν τις ἡμῶν πλουσίοις ἐν δώμασιν,ὃ δʼ ἐν πολίταις τίμιος κεκλημένος.τὰ δʼ οὐδὲν ἄλλως, φροντίδων βουλεύματαγλώσσης τε κόμποι. κεῖνος ὀλβιώτατος,ὅτῳ κατʼ ἦμαρ τυγχάνει μηδὲν κακόν.ἐμοὶ χρῆν συμφοράν,ἐμοὶ χρῆν πημονὰν γενέσθαι,Ἰδαίαν ὅτε πρῶτον ὕλανἈλέξανδρος εἰλατίνανἐτάμεθʼ, ἅλιον ἐπʼ οἶδμα ναυστολήσωνἙλένας ἐπὶ λέκτρα, τὰνκαλλίσταν ὁ χρυσοφαὴςἍλιος αὐγάζει.πόνοι γὰρ καὶ πόνωνἀνάγκαι κρείσσονες κυκλοῦνταικοινὸν δʼ ἐξ ἰδίας ἀνοίαςκακὸν τᾷ Σιμουντίδι γᾷὀλέθριον ἔμολε συμφορά τʼ ἀπʼ ἄλλων.ἐκρίθη δʼ ἔρις, ἃν ἐν Ἴ-δᾳ κρίνει τρισσὰς μακάρωνπαῖδας ἀνὴρ βούτας,