χρῄζεις, πάρεστι λαιμὸς εὐτρεπὴς ὅδε.ὃ δʼ οὐ θέλων τε καὶ θέλων οἴκτῳ κόρης,τέμνει σιδήρῳ πνεύματος διαρροάς·κρουνοὶ δʼ ἐχώρουν. ἣ δὲ καὶ θνῄσκουσʼ ὅμωςπολλὴν πρόνοιαν εἶχεν εὐσχήμων πεσεῖν,κρύπτουσʼ ἃ κρύπτειν ὄμματʼ ἀρσένων χρεών.ἐπεὶ δʼ ἀφῆκε πνεῦμα θανασίμῳ σφαγῇ,οὐδεὶς τὸν αὐτὸν εἶχεν Ἀργείων πόνον·ἀλλʼ οἳ μὲν αὐτῶν τὴν θανοῦσαν ἐκ χερῶνφύλλοις ἔβαλλον, οἳ δὲ πληροῦσιν πυρὰνκορμοὺς φέροντες πευκίνους, ὁ δʼ οὐ φέρωνπρὸς τοῦ φέροντος τοιάδʼ ἤκουεν κακά·Ἕστηκας, ὦ κάκιστε, τῇ νεάνιδιοὐ πέπλον οὐδὲ κόσμον ἐν χεροῖν ἔχων;οὐκ εἶ τι δώσων τῇ περίσσʼ εὐκαρδίῳψυχήν τʼ ἀρίστῃ; τοιάδʼ ἀμφὶ σῆς λέγωνπαιδὸς θανούσης, εὐτεκνωτάτην τέ σεπασῶν γυναικῶν δυστυχεστάτην θʼ ὁρῶ.δεινόν τι πῆμα Πριαμίδαις ἐπέζεσενπόλει τε τἠμῇ θεῶν ἀνάγκαισιν τόδε.ὦ θύγατερ, οὐκ οἶδʼ εἰς ὅ τι βλέψω κακῶν,πολλῶν παρόντων· ἢν γὰρ ἅψωμαί τινος,τόδʼ οὐκ ἐᾷ με, παρακαλεῖ δʼ ἐκεῖθεν αὖλύπη τις ἄλλη διάδοχος κακῶν κακοῖς.καὶ νῦν τὸ μὲν σὸν ὥστε μὴ στένειν πάθοςοὐκ ἂν δυναίμην ἐξαλείψασθαι φρενός·τὸ δʼ αὖ λίαν παρεῖλες ἀγγελθεῖσά μοιγενναῖος. οὔκουν δεινόν, εἰ γῆ μὲν κακὴτυχοῦσα καιροῦ θεόθεν εὖ στάχυν φέρει,χρηστὴ δʼ ἁμαρτοῦσʼ ὧν χρεὼν αὐτὴν τυχεῖνκακὸν δίδωσι καρπόν, ἀνθρώποις δʼ ἀεὶὁ μὲν πονηρὸς οὐδὲν ἄλλο πλὴν κακός,ὁ δʼ ἐσθλὸς ἐσθλός, οὐδὲ συμφορᾶς ὕποφύσιν διέφθειρʼ, ἀλλὰ χρηστός ἐστʼ ἀεί;ἆρʼ οἱ τεκόντες διαφέρουσιν ἢ τροφαί;ἔχει γε μέντοι καὶ τὸ θρεφθῆναι καλῶςδίδαξιν ἐσθλοῦ· τοῦτο δʼ ἤν τις εὖ μάθῃ,οἶδεν τό γʼ αἰσχρόν, κανόνι τοῦ καλοῦ μαθών.καὶ ταῦτα μὲν δὴ νοῦς ἐτόξευσεν μάτην·σὺ δʼ ἐλθὲ καὶ σήμηνον Ἀργείοις τάδε,