λεκτοί τʼ Ἀχαιῶν ἔκκριτοι νεανίαι,σκίρτημα μόσχου σῆς καθέξοντες χεροῖν,ἕσποντο. πλῆρες δʼ ἐν χεροῖν λαβὼν δέπαςπάγχρυσον αἴρει χειρὶ παῖς Ἀχιλλέωςχοὰς θανόντι πατρί· σημαίνει δέ μοισιγὴν Ἀχαιῶν παντὶ κηρῦξαι στρατῷ.κἀγὼ καταστὰς εἶπον ἐν μέσοις τάδε·Σιγᾶτʼ, Ἀχαιοί, σῖγα πᾶς ἔστω λεώς,σίγα σιώπα· νήνεμον δʼ ἔστησʼ ὄχλον.ὃ δʼ εἶπεν· Ὦ παῖ Πηλέως, πατὴρ δʼ ἐμός,δέξαι χοάς μοι τάσδε κηλητηρίους,νεκρῶν ἀγωγούς· ἐλθὲ δʼ, ὡς πίῃς μέλανκόρης ἀκραιφνὲς αἷμʼ, ὅ σοι δωρούμεθαστρατός τε κἀγώ· πρευμενὴς δʼ ἡμῖν γενοῦλῦσαί τε πρύμνας καὶ χαλινωτήριανεῶν δὸς ἡμῖν πρευμενοῦς τʼ ἀπʼ Ἰλίουνόστου τυχόντας πάντας ἐς πάτραν μολεῖν.τοσαῦτʼ ἔλεξε, πᾶς δʼ ἐπηύξατο στρατός.εἶτʼ ἀμφίχρυσον φάσγανον κώπης λαβὼνἐξεῖλκε κολεοῦ, λογάσι δʼ Ἀργείων στρατοῦνεανίαις ἔνευσε παρθένον λαβεῖν.ἣ δʼ, ὡς ἐφράσθη, τόνδʼ ἐσήμηνεν λόγον·Ὦ τὴν ἐμὴν πέρσαντες Ἀργεῖοι πόλιν,ἑκοῦσα θνῄσκω· μή τις ἅψηται χροὸςτοὐμοῦ· παρέξω γὰρ δέρην εὐκαρδίως.ἐλευθέραν δέ μʼ, ὡς ἐλευθέρα θάνω,πρὸς θεῶν, μεθέντες κτείνατʼ· ἐν νεκροῖσι γὰρδούλη κεκλῆσθαι βασιλὶς οὖσʼ αἰσχύνομαι.λαοὶ δʼ ἐπερρόθησαν, Ἀγαμέμνων τʼ ἄναξεἶπεν μεθεῖναι παρθένον νεανίαις.οἳ δʼ, ὡς τάχιστʼ ἤκουσαν ὑστάτην ὄπα,μεθῆκαν, οὗπερ καὶ μέγιστον ἦν κράτος.κἀπεὶ τόδʼ εἰσήκουσε δεσποτῶν ἔπος,λαβοῦσα πέπλους ἐξ ἄκρας ἐπωμίδοςἔρρηξε λαγόνας ἐς μέσας παρʼ ὀμφαλόν,μαστούς τʼ ἔδειξε στέρνα θʼ ὡς ἀγάλματοςκάλλιστα, καὶ καθεῖσα πρὸς γαῖαν γόνυἔλεξε πάντων τλημονέστατον λόγον·Ἰδού, τόδʼ, εἰ μὲν στέρνον, ὦ νεανία,παίειν προθυμῇ, παῖσον, εἰ δʼ ὑπʼ αὐχένα