Ἑκάβην ἂν ἐξεύροιμι, Τρῳάδες κόραι;αὕτη πέλας σου νῶτʼ ἔχουσʼ ἐπὶ χθονί,Ταλθύβιε, κεῖται ξυγκεκλῃμένη πέπλοις.ὦ Ζεῦ, τί λέξω; πότερά σʼ ἀνθρώπους ὁρᾶν;ἢ δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην,ψευδῆ, δοκοῦντας δαιμόνων εἶναι γένοςτύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν;οὐχ ἥδʼ ἄνασσα τῶν πολυχρύσων Φρυγῶν,οὐχ ἥδε Πριάμου τοῦ μέγʼ ὀλβίου δάμαρ;καὶ νῦν πόλις μὲν πᾶσʼ ἀνέστηκεν δορί,αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶκεῖται, κόνει φύρουσα δύστηνον κάρα.φεῦ φεῦ· γέρων μέν εἰμʼ, ὅμως δέ μοι θανεῖνεἴη πρὶν αἰσχρᾷ περιπεσεῖν τύχῃ τινί.ἀνίστασʼ, ὦ δύστηνε, καὶ μετάρσιονπλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα.ἔα· τίς οὗτος σῶμα τοὐμὸν οὐκ ἐᾷκεῖσθαι; τί κινεῖς μʼ, ὅστις εἶ, λυπουμένην;Ταλθύβιος ἥκω Δαναϊδῶν ὑπηρέτης,Ἀγαμέμνονος πέμψαντος, ὦ γύναι, μέτα.ὦ φίλτατʼ, ἆρα κἄμʼ ἐπισφάξαι τάφῳδοκοῦν Ἀχαιοῖς ἦλθες; ὡς φίλʼ ἂν λέγοις.σπεύδωμεν, ἐγκονῶμεν· ἡγοῦ μοι, γέρον.σὴν παῖδα κατθανοῦσαν ὡς θάψῃς, γύναι,ἥκω μεταστείχων σε· πέμπουσιν δέ μεδισσοί τʼ Ἀτρεῖδαι καὶ λεὼς Ἀχαιικός.οἴμοι, τί λέξεις; οὐκ ἄρʼ ὡς θανουμένουςμετῆλθες ἡμᾶς, ἀλλὰ σημανῶν κακά;ὄλωλας, ὦ παῖ, μητρὸς ἁρπασθεῖσʼ ἄπο·ἡμεῖς δʼ ἄτεκνοι τοὐπὶ σʼ· ὦ τάλαινʼ ἐγώ.πῶς καί νιν ἐξεπράξατʼ; ἆρʼ αἰδούμενοι;ἢ πρὸς τὸ δεινὸν ἤλθεθʼ ὡς ἐχθράν, γέρον,κτείνοντες; εἰπέ, καίπερ οὐ λέξων φίλα.διπλᾶ με χρῄζεις δάκρυα κερδᾶναι, γύναι,σῆς παιδὸς οἴκτῳ· νῦν τε γὰρ λέγων κακὰτέγξω τόδʼ ὄμμα, πρὸς τάφῳ θʼ ὅτʼ ὤλλυτο.παρῆν μὲν ὄχλος πᾶς Ἀχαιικοῦ στρατοῦπλήρης πρὸ τύμβου σῆς κόρης ἐπὶ σφαγάς·λαβὼν δʼ Ἀχιλλέως παῖς Πολυξένην χερὸςἔστησʼ ἐπʼ ἄκρου χώματος, πέλας δʼ ἐγώ·