αἴσχιστα Τροίαν εἷλε τὴν εὐδαίμονα.αὔρα, ποντιὰς αὔρα,ἅτε ποντοπόρους κομί-ζεις θοὰς ἀκάτους ἐπʼ οἶδμα λίμνας,ποῖ με τὰν μελέαν πορεύ-σεις; τῷ δουλόσυνος πρὸς οἶ-κον κτηθεῖσʼ ἀφίξομαι; ἢΔωρίδος ὅρμον αἴας;ἢ Φθιάδος, ἔνθα τὸνκαλλίστων ὑδάτων πατέραφασὶν Ἀπιδανὸν πεδία λιπαίνειν;ἢ νάσων, ἁλιήρεικώπᾳ πεμπομέναν τάλαι-ναν, οἰκτρὰν βιοτὰν ἔχουσαν οἴκοις,ἔνθα πρωτόγονός τε φοῖ-νιξ δάφνα θʼ ἱεροὺς ἀνέ-σχε πτόρθους Λατοῖ φίλᾳ ὠ-δῖνος ἄγαλμα Δίας;σὺν Δηλιάσιν τε κού-ραισιν Ἀρτέμιδος θεᾶςχρυσέαν ἄμπυκα τόξα τʼ εὐλογήσω;ἢ Παλλάδος ἐν πόλειτὰς καλλιδίφρους Ἀθα-ναίας ἐν κροκέῳ πέπλῳζεύξομαι ἆρα πώλους ἐνδαιδαλέαισι ποικίλλουσʼἀνθοκρόκοισι πήναις, ἢΤιτάνων γενεὰντὰν Ζεὺς ἀμφιπύρῳ κοιμί-ζει φλογμῷ Κρονίδας;ὤ μοι τεκέων ἐμῶν,ὤ μοι πατέρων χθονός θʼ,ἃ καπνῷ κατερείπεται,τυφομένα, δορίκτητοςἈργεΐων· ἐγὼ δʼ ἐν ξεί-νᾳ χθονὶ δὴ κέκλημαι δού-λα, λιποῦσʼ Ἀσίαν,Εὐρώπας θεραπνᾶν ἀλλά-ξασʼ Ἅιδα θαλάμους.ποῦ τὴν ἄνασσαν δή ποτʼ οὖσαν Ἰλίου