χάλα τοκεῦσιν εἰκότως θυμουμένοις,σύ τʼ, ὦ τάλαινα, τοῖς κρατοῦσι μὴ μάχου.βούλῃ πεσεῖν πρὸς οὖδας ἑλκῶσαί τε σὸνγέροντα χρῶτα πρὸς βίαν ὠθουμένη,ἀσχημονῆσαί τʼ ἐκ νέου βραχίονοςσπασθεῖσʼ, ἃ πείσῃ; μὴ σύ γʼ· οὐ γὰρ ἄξιον.ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἡδίστην χέραδὸς καὶ παρειὰν προσβαλεῖν παρηίδι·ὡς οὔποτʼ αὖθις, ἀλλὰ νῦν πανύστατονἀκτῖνα κύκλον θʼ ἡλίου προσόψομαι.τέλος δέχῃ δὴ τῶν ἐμῶν προσφθεγμάτων.ὦ μῆτερ, ὦ τεκοῦσʼ, ἄπειμι δὴ κάτω.ὦ θύγατερ, ἡμεῖς δʼ ἐν φάει δουλεύσομεν.ἄνυμφος ἀνυμέναιος ὧν μʼ ἐχρῆν τυχεῖν.οἰκτρὰ σύ, τέκνον, ἀθλία δʼ ἐγὼ γυνή.ἐκεῖ δʼ ἐν Ἅιδου κείσομαι χωρὶς σέθεν.οἴμοι· τί δράσω; ποῖ τελευτήσω βίον;δούλη θανοῦμαι, πατρὸς οὖσʼ ἐλευθέρου.ἡμεῖς δὲ πεντήκοντά γʼ ἄμμοροι τέκνων.τί σοι πρὸς Ἕκτορʼ ἢ γέροντʼ εἴπω πόσιν;ἄγγελλε πασῶν ἀθλιωτάτην ἐμέ.ὦ στέρνα μαστοί θʼ, οἵ μʼ ἐθρέψαθʼ ἡδέως.ὦ τῆς ἀώρου θύγατερ ἀθλίας τύχης.χαῖρʼ, ὦ τεκοῦσα, χαῖρε Κασάνδρα τʼ ἐμοί,χαίρουσιν ἄλλοι, μητρὶ δʼ οὐκ ἔστιν τόδε.ὅ τʼ ἐν φιλίπποις Θρῃξὶ Πολύδωρος κάσις.εἰ ζῇ γʼ· ἀπιστῶ δʼ· ὧδε πάντα δυστυχῶ.ζῇ καὶ θανούσης ὄμμα συγκλῄσει τὸ σόν.τέθνηκʼ ἔγωγε πρὶν θανεῖν κακῶν ὕπο.κόμιζʼ, Ὀδυσσεῦ, μʼ ἀμφιθεὶς κάρα πέπλοιςὡς πρὶν σφαγῆναί γʼ ἐκτέτηκα καρδίανθρήνοισι μητρὸς τήνδε τʼ ἐκτήκω γόοις.ὦ φῶς· προσειπεῖν γὰρ σὸν ὄνομʼ ἔξεστί μοι,μέτεστι δʼ οὐδὲν πλὴν ὅσον χρόνον ξίφουςβαίνω μεταξὺ καὶ πυρᾶς Ἀχιλλέως.οἲ ʼγώ, προλείπω· λύεται δέ μου μέλη.ὦ θύγατερ, ἅψαι μητρός, ἔκτεινον χέρα,δός· μὴ λίπῃς μʼ ἄπαιδʼ. ἀπωλόμην, φίλαιὣς τὴν Λάκαιναν σύγγονον ΔιοσκόροινἙλένην ἴδοιμι· διὰ καλῶν γὰρ ὀμμάτων