σαίρειν τε δῶμα κερκίσιν τʼ ἐφεστάναιλυπρὰν ἄγουσαν ἡμέραν μʼ ἀναγκάσει·λέχη δὲ τἀμὰ δοῦλος ὠνητός ποθενχρανεῖ, τυράννων πρόσθεν ἠξιωμένα.οὐ δῆτʼ· ἀφίημʼ ὀμμάτων ἐλευθέρωνφέγγος τόδʼ, Ἅιδῃ προστιθεῖσʼ ἐμὸν δέμας.ἄγου μʼ, Ὀδυσσεῦ, καὶ διέργασαί μʼ ἄγων·οὔτʼ ἐλπίδος γὰρ οὔτε του δόξης ὁρῶθάρσος παρʼ ἡμῖν ὥς ποτʼ εὖ πρᾶξαί με χρή.μῆτερ, σὺ δʼ ἡμῖν μηδὲν ἐμποδὼν γένῃ,λέγουσα μηδὲ δρῶσα· συμβούλου δέ μοιθανεῖν πρὶν αἰσχρῶν μὴ κατʼ ἀξίαν τυχεῖν.ὅστις γὰρ οὐκ εἴωθε γεύεσθαι κακῶν,φέρει μέν, ἀλγεῖ δʼ αὐχένʼ ἐντιθεὶς ζυγῷ·θανὼν δʼ ἂν εἴη μᾶλλον εὐτυχέστεροςἢ ζῶν· τὸ γὰρ ζῆν μὴ καλῶς μέγας πόνος.δεινὸς χαρακτὴρ κἀπίσημος ἐν βροτοῖςἐσθλῶν γενέσθαι, κἀπὶ μεῖζον ἔρχεταιτῆς εὐγενείας ὄνομα τοῖσιν ἀξίοις.καλῶς μὲν εἶπας, θύγατερ, ἀλλὰ τῷ καλῷλύπη πρόσεστιν. εἰ δὲ δεῖ τῷ Πηλέωςχάριν γενέσθαι παιδὶ καὶ ψόγον φυγεῖνὑμᾶς, Ὀδυσσεῦ, τήνδε μὲν μὴ κτείνετε,ἡμᾶς δʼ ἄγοντες πρὸς πυρὰν Ἀχιλλέωςκεντεῖτε, μὴ φείδεσθʼ· ἐγὼ ῎τεκον Πάριν,ὃς παῖδα Θέτιδος ὤλεσεν τόξοις βαλών.οὐ σʼ, ὦ γεραιά, κατθανεῖν Ἀχιλλέωςφάντασμʼ Ἀχαιούς, ἀλλὰ τήνδʼ, ᾐτήσατο.ὑμεῖς δέ μʼ ἀλλὰ θυγατρὶ συμφονεύσατε,καὶ δὶς τόσον πῶμʼ αἵματος γενήσεταιγαίᾳ νεκρῷ τε τῷ τάδʼ ἐξαιτουμένῳ.ἅλις κόρης σῆς θάνατος, οὐ προσοιστέοςἄλλος πρὸς ἄλλῳ· μηδὲ τόνδʼ ὠφείλομεν.πολλή γʼ ἀνάγκη θυγατρὶ συνθανεῖν ἐμέ.πῶς; οὐ γὰρ οἶδα δεσπότας κεκτημένος.ὁποῖα κισσὸς δρυός, ὅπως τῆσδʼ ἕξομαι.οὔκ, ἤν γε πείθῃ τοῖσι σοῦ σοφωτέροις.ὡς τῆσδʼ ἑκοῦσα παιδὸς οὐ μεθήσομαι.ἀλλʼ οὐδʼ ἐγὼ μὴν τήνδʼ ἄπειμʼ αὐτοῦ λιπών.μῆτερ, πιθοῦ μοι· καὶ σύ, παῖ Λαερτίου,