γραῖαι γυναῖκες ἠδὲ πρεσβῦται σέθεν,νύμφαι τʼ ἀρίστων νυμφίων τητώμεναι,ὧν ἥδε κεύθει σώματʼ Ἰδαία κόνις.τόλμα τάδʼ. ἡμεῖς δʼ, εἰ κακῶς νομίζομεντιμᾶν τὸν ἐσθλόν, ἀμαθίαν ὀφλήσομεν·οἱ βάρβαροι δὲ μήτε τοὺς φίλους φίλουςἡγεῖσθε, μήτε τοὺς καλῶς τεθνηκόταςθαυμάζεθʼ, ὡς ἂν ἡ μὲν Ἑλλὰς εὐτυχῇ,ὑμεῖς δʼ ἔχηθʼ ὅμοια τοῖς βουλεύμασιν.αἰαῖ· τὸ δοῦλον ὡς κακὸν πέφυκʼ ἀεὶτολμᾷ θʼ ἃ μὴ χρή, τῇ βίᾳ νικώμενον.ὦ θύγατερ, οὑμοὶ μὲν λόγοι πρὸς αἰθέραφροῦδοι μάτην ῥιφέντες ἀμφὶ σοῦ φόνου·σὺ δʼ, εἴ τι μείζω δύναμιν ἢ μήτηρ ἔχεις,σπούδαζε πάσας ὥστʼ ἀηδόνος στόμαφθογγὰς ἱεῖσα, μὴ στερηθῆναι βίου.πρόσπιπτε δʼ οἰκτρῶς τοῦδʼ Ὀδυσσέως γόνυκαὶ πεῖθʼ — ἔχεις δὲ πρόφασιν· ἔστι γὰρ τέκνακαὶ τῷδε — τὴν σὴν ὥστʼ ἐποικτῖραι τύχην.ὁρῶ σʼ, Ὀδυσσεῦ, δεξιὰν ὑφʼ εἵματοςκρύπτοντα χεῖρα καὶ πρόσωπον ἔμπαλινστρέφοντα, μή σου προσθίγω γενειάδος.θάρσει· πέφευγας τὸν ἐμὸν Ἱκέσιον Δία·ὡς ἕψομαί γε τοῦ τʼ ἀναγκαίου χάρινθανεῖν τε χρῄζουσʼ· εἰ δὲ μὴ βουλήσομαι,κακὴ φανοῦμαι καὶ φιλόψυχος γυνή.τί γάρ με δεῖ ζῆν; ᾗ πατὴρ μὲν ἦν ἄναξΦρυγῶν ἁπάντων· τοῦτό μοι πρῶτον βίου·ἔπειτʼ ἐθρέφθην ἐλπίδων καλῶν ὕποβασιλεῦσι νύμφη, ζῆλον οὐ σμικρὸν γάμωνἔχουσʼ, ὅτου δῶμʼ ἑστίαν τʼ ἀφίξομαι·δέσποινα δʼ ἡ δύστηνος Ἰδαίαισιν ἦγυναιξὶ παρθένοις τʼ ἀπόβλεπτος μέτα,ἴση θεοῖσι πλὴν τὸ κατθανεῖν μόνον·νῦν δʼ εἰμὶ δούλη. πρῶτα μέν με τοὔνομαθανεῖν ἐρᾶν τίθησιν οὐκ εἰωθὸς ὄν·ἔπειτʼ ἴσως ἂν δεσποτῶν ὠμῶν φρέναςτύχοιμʼ ἄν, ὅστις ἀργύρου μʼ ὠνήσεται,τὴν Ἕκτορός τε χἁτέρων πολλῶν κάσιν,προσθεὶς δʼ ἀνάγκην σιτοποιὸν ἐν δόμοις,