οὐδʼ εὐτυχοῦντας εὖ δοκεῖν πράξειν ἀεί·κἀγὼ γὰρ ἦ ποτʼ, ἀλλὰ νῦν οὐκ εἴμʼ ἔτι,τὸν πάντα δʼ ὄλβον ἦμαρ ἕν μʼ ἀφείλετο.ἀλλʼ, ὦ φίλον γένειον, αἰδέσθητί με,οἴκτιρον· ἐλθὼν δʼ εἰς Ἀχαιικὸν στρατὸνπαρηγόρησον, ὡς ἀποκτείνειν φθόνοςγυναῖκας, ἃς τὸ πρῶτον οὐκ ἐκτείνατεβωμῶν ἀποσπάσαντες, ἀλλʼ ᾠκτίρατε.νόμος δʼ ἐν ὑμῖν τοῖς τʼ ἐλευθέροις ἴσοςκαὶ τοῖσι δούλοις αἵματος κεῖται πέρι.τὸ δʼ ἀξίωμα, κἂν κακῶς λέγῃ, τὸ σὸνπείσει· λόγος γὰρ ἔκ τʼ ἀδοξούντων ἰὼνκἀκ τῶν δοκούντων αὑτὸς οὐ ταὐτὸν σθένει.οὐκ ἔστιν οὕτω στερρὸς ἀνθρώπου φύσις,ἥτις γόων σῶν καὶ μακρῶν ὀδυρμάτωνκλύουσα θρήνους οὐκ ἂν ἐκβάλοι δάκρυ.Ἑκάβη, διδάσκου, μηδὲ τῷ θυμουμένῳτὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενός.ἐγὼ τὸ μὲν σὸν σῶμʼ ὑφʼ οὗπερ εὐτύχουνσῴζειν ἕτοιμός εἰμι κοὐκ ἄλλως λέγω·ἃ δʼ εἶπον εἰς ἅπαντας οὐκ ἀρνήσομαι,Τροίας ἁλούσης ἀνδρὶ τῷ πρώτῳ στρατοῦσὴν παῖδα δοῦναι σφάγιον ἐξαιτουμένῳ.ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις,ὅταν τις ἐσθλὸς καὶ πρόθυμος ὢν ἀνὴρμηδὲν φέρηται τῶν κακιόνων πλέον.ἡμῖν δʼ Ἀχιλλεὺς ἄξιος τιμῆς, γύναι,θανὼν ὑπὲρ γῆς Ἑλλάδος κάλλιστʼ ἀνήρ.οὔκουν τόδʼ αἰσχρόν, εἰ βλέποντι μὲν φίλῳχρώμεσθʼ, ἐπεὶ δʼ ὄλωλε, μὴ χρώμεσθʼ ἔτι;εἶεν· τί δῆτʼ ἐρεῖ τις, ἤν τις αὖ φανῇστρατοῦ τʼ ἄθροισις πολεμίων τʼ ἀγωνία;πότερα μαχούμεθʼ ἢ φιλοψυχήσομεν,τὸν κατθανόνθʼ ὁρῶντες οὐ τιμώμενον;καὶ μὴν ἔμοιγε ζῶντι μέν, καθʼ ἡμέρανκεἰ σμίκρʼ ἔχοιμι, πάντʼ ἂν ἀρκούντως ἔχοι·τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενοντὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ ἡ χάρις.εἰ δʼ οἰκτρὰ πάσχειν φῄς, τάδʼ ἀντάκουέ μου·εἰσὶν παρʼ ἡμῖν οὐδὲν ἧσσον ἄθλιαι