ἔγνω δέ σʼ Ἑλένη καὶ μόνῃ κατεῖπʼ ἐμοί;μεμνήμεθʼ ἐς κίνδυνον ἐλθόντες μέγαν.ἥψω δὲ γονάτων τῶν ἐμῶν ταπεινὸς ὤν;ὥστʼ ἐνθανεῖν γε σοῖς πέπλοισι χεῖρʼ ἐμήν.ἔσωσα δῆτά σʼ ἐξέπεμψά τε χθονός;ὥστʼ εἰσορᾶν γε φέγγος ἡλίου τόδε.τί δῆτʼ ἔλεξας δοῦλος ὢν ἐμὸς τότε;πολλῶν λόγων εὑρήμαθʼ, ὥστε μὴ θανεῖν.οὔκουν κακύνῃ τοῖσδε τοῖς βουλεύμασιν,ὃς ἐξ ἐμοῦ μὲν ἔπαθες οἷα φῂς παθεῖν,δρᾷς δʼ οὐδὲν ἡμᾶς εὖ, κακῶς δʼ ὅσον δύνῃ;ἀχάριστον ὑμῶν σπέρμʼ, ὅσοι δημηγόρουςζηλοῦτε τιμάς· μηδὲ γιγνώσκοισθέ μοι,οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε,ἢν τοῖσι πολλοῖς πρὸς χάριν λέγητέ τι.ἀτὰρ τί δὴ σόφισμα τοῦθʼ ἡγούμενοιἐς τήνδε παῖδα ψῆφον ὥρισαν φόνου;πότερα τὸ χρῆν σφʼ ἐπήγαγʼ ἀνθρωποσφαγεῖνπρὸς τύμβον, ἔνθα βουθυτεῖν μᾶλλον πρέπει;ἢ τοὺς κτανόντας ἀνταποκτεῖναι θέλωνἐς τήνδʼ Ἀχιλλεὺς ἐνδίκως τείνει φόνον;ἀλλʼ οὐδὲν αὐτὸν ἥδε γʼ εἴργασται κακόν.Ἑλένην νιν αἰτεῖν χρῆν τάφῳ προσφάγματα·κείνη γὰρ ὤλεσέν νιν ἐς Τροίαν τʼ ἄγει.εἰ δʼ αἰχμαλώτων χρή τινʼ ἔκκριτον θανεῖνκάλλει θʼ ὑπερφέρουσαν, οὐχ ἡμῶν τόδε·ἡ Τυνδαρὶς γὰρ εἶδος ἐκπρεπεστάτη,ἀδικοῦσά θʼ ἡμῶν οὐδὲν ἧσσον ηὑρέθη.τῷ μὲν δικαίῳ τόνδʼ ἁμιλλῶμαι λόγον·ἃ δʼ ἀντιδοῦναι δεῖ σʼ ἀπαιτούσης ἐμοῦ,ἄκουσον. ἥψω τῆς ἐμῆς, ὡς φῄς, χερὸςκαὶ τῆσδε γραίας προσπίτνων παρηίδος·ἀνθάπτομαί σου τῶνδε τῶν αὐτῶν ἐγὼχάριν τʼ ἀπαιτῶ τὴν τόθʼ ἱκετεύω τέ σε,μή μου τὸ τέκνον ἐκ χερῶν ἀποσπάσῃς,μηδὲ κτάνητε· τῶν τεθνηκότων ἅλις.ταύτῃ γέγηθα κἀπιλήθομαι κακῶν·ἥδʼ ἀντὶ πολλῶν ἐστί μοι παραψυχή,πόλις, τιθήνη, βάκτρον, ἡγεμὼν ὁδοῦ.οὐ τοὺς κρατοῦντας χρὴ κρατεῖν ἃ μὴ χρεών,