συνδουλεύσω.σκύμνον γάρ μʼ ὥστʼ οὐριθρέπτανμόσχον δειλαία δειλαίανἐσόψῃ,χειρὸς ἀναρπαστὰνσᾶς ἄπο λαιμότομόν τʼ Ἀίδᾳγᾶς ὑποπεμπομέναν σκότον, ἔνθα νεκρῶν μέτατάλαινα κείσομαι.καὶ σοῦ μέν, μᾶτερ, δυστάνουκλαίω πανδύρτοις θρήνοις,τὸν ἐμὸν δὲ βίον λώβαν λύμαν τʼοὐ μετακλαίομαι, ἀλλὰ θανεῖν μοιξυντυχία κρείσσων ἐκύρησεν.καὶ μὴν Ὀδυσσεὺς ἔρχεται σπουδῇ ποδός,Ἑκάβη, νέον τι πρὸς σὲ σημανῶν ἔπος.γύναι, δοκῶ μέν σʼ εἰδέναι γνώμην στρατοῦψῆφόν τε τὴν κρανθεῖσαν· ἀλλʼ ὅμως φράσω.ἔδοξʼ Ἀχαιοῖς παῖδα σὴν Πολυξένηνσφάξαι πρὸς ὀρθὸν χῶμʼ Ἀχιλλείου τάφου.ἡμᾶς δὲ πομποὺς καὶ κομιστῆρας κόρηςτάσσουσιν εἶναι· θύματος δʼ ἐπιστάτηςἱερεύς τʼ ἐπέσται τοῦδε παῖς Ἀχιλλέως.οἶσθʼ οὖν ὃ δρᾶσον; μήτʼ ἀποσπασθῇς βίᾳμήτʼ ἐς χερῶν ἅμιλλαν ἐξέλθῃς ἐμοί·γίγνωσκε δʼ ἀλκὴν καὶ παρουσίαν κακῶντῶν σῶν. σοφόν τοι κἀν κακοῖς ἃ δεῖ φρονεῖν.αἰαῖ· παρέστηχʼ, ὡς ἔοικʼ, ἀγὼν μέγας,πλήρης στεναγμῶν οὐδὲ δακρύων κενός.κἄγωγʼ ἄρʼ οὐκ ἔθνῃσκον οὗ μʼ ἐχρῆν θανεῖν,οὐδʼ ὤλεσέν με Ζεύς, τρέφει δʼ, ὅπως ὁρῶκακῶν κάκʼ ἄλλα μείζονʼ ἡ τάλαινʼ ἐγώ.εἰ δʼ ἔστι τοῖς δούλοισι τοὺς ἐλευθέρουςμὴ λυπρὰ μηδὲ καρδίας δηκτήριαἐξιστορῆσαι, σοὶ μὲν εἰρῆσθαι χρεών,ἡμᾶς δʼ ἀκοῦσαι τοὺς ἐρωτῶντας τάδε.ἔξεστʼ, ἐρώτα· τοῦ χρόνου γὰρ οὐ φθονῶ.οἶσθʼ ἡνίκʼ ἦλθες Ἰλίου κατάσκοπος,δυσχλαινίᾳ τʼ ἄμορφος, ὀμμάτων τʼ ἄποφόνου σταλαγμοὶ σὴν κατέσταζον γένυν;οἶδʼ· οὐ γὰρ ἄκρας καρδίας ἔψαυσέ μου.