ἢ δαιμόνων ἐπαρωγός;ὦ κάκʼ ἐνεγκοῦσαι,Τρῳάδες ὦ κάκʼ ἐνεγκοῦσαιπήματʼ, ἀπωλέσατʼ ὠλέσατʼ· οὐκέτι μοι βίοςἀγαστὸς ἐν φάει.ὦ τλάμων ἅγησαί μοι πούς,ἅγησαι τᾷ γηραιᾷπρὸς τάνδʼ αὐλάν· ὦ τέκνον, ὦ παῖ,δυστανοτάτας ματέρος — ἔξελθʼ ἔξελθʼοἴκων — ἄιε ματέρος αὐδάν.ὦ τέκνον ὡς εἰδῇς οἵαν οἵανἀίω φάμαν περὶ σᾶς ψυχᾶς.ἰώ·μᾶτερ μᾶτερ τί βοᾷς; τί νέονκαρύξασʼ οἴκων μʼ ὥστʼ ὄρνινθάμβει τῷδʼ ἐξέπταξας;οἴμοι τέκνον.τί με δυσφημεῖς; φροίμιά μοι κακά.αἰαῖ σᾶς ψυχᾶς.ἐξαύδα· μὴ κρύψῃς δαρόν.δειμαίνω δειμαίνω, μᾶτερ,τί ποτʼ ἀναστένειςὦ τέκνον τέκνον μελέας ματρὸςτί δὲ τόδʼ ἀγγελεῖς;σφάξαι σʼ Ἀργείων κοινὰσυντείνει πρὸς τύμβον γνώμαΠηλείᾳ γέννᾳ.οἴμοι μᾶτερ, πῶς φθέγγῃἀμέγαρτα κακῶν; μάνυσόν μοι,μάνυσον, μᾶτερ.αὐδῶ, παῖ, δυσφήμους φήμας·ἀγγέλλουσʼ Ἀργείων δόξαιψήφῳ τᾶς σᾶς περί μοι ψυχᾶς.ὦ δεινὰ παθοῦσʼ, ὦ παντλάμων,ὦ δυστάνου μᾶτερ βιοτᾶςοἵαν οἵαν αὖ σοι λώβανἐχθίσταν ἀρρήταν τʼὦρσέν τις δαίμων;οὐκέτι σοι παῖς ἅδʼ οὐκέτι δὴγήρᾳ δειλαίῳ δειλαία