δοῦναι φέροντα πενομένοις τε καὶ χρόνονπολὺν πατρῴας γῆς ἀπεξενωμένοις·σὺ δʼ οὐδὲ νῦν πω σῆς ἀπαλλάξαι χερὸςτολμᾷς, ἔχων δὲ καρτερεῖς ἔτʼ ἐν δόμοις.καὶ μὴν τρέφων μὲν ὥς σε παῖδʼ ἐχρῆν τρέφεινσώσας τε τὸν ἐμόν, εἶχες ἂν καλὸν κλέος·ἐν τοῖς κακοῖς γὰρ ἁγαθοὶ σαφέστατοιφίλοι· τὰ χρηστὰ δʼ αὔθʼ ἕκαστʼ ἔχει φίλους.εἰ δʼ ἐσπάνιζες χρημάτων, ὃ δʼ εὐτύχει,θησαυρὸς ἄν σοι παῖς ὑπῆρχʼ οὑμὸς μέγας·νῦν δʼ οὔτʼ ἐκεῖνον ἄνδρʼ ἔχεις σαυτῷ φίλον,χρυσοῦ τʼ ὄνησις οἴχεται παῖδές τε σοί,αὐτός τε πράσσεις ὧδε. σοὶ δʼ ἐγὼ λέγω,Ἀγάμεμνον, εἰ τῷδʼ ἀρκέσεις, κακὸς φανῇ·οὔτʼ εὐσεβῆ γὰρ οὔτε πιστὸν οἷς ἐχρῆν,οὐχ ὅσιον, οὐ δίκαιον εὖ δράσεις ξένον·αὐτὸν δὲ χαίρειν τοῖς κακοῖς σὲ φήσομεντοιοῦτον ὄντα δεσπότας δʼ οὐ λοιδορῶ.φεῦ φεῦ· βροτοῖσιν ὡς τὰ χρηστὰ πράγματαχρηστῶν ἀφορμὰς ἐνδίδωσʼ ἀεὶ λόγων.ἀχθεινὰ μέν μοι τἀλλότρια κρίνειν κακά,ὅμως δʼ ἀνάγκη· καὶ γὰρ αἰσχύνην φέρει,πρᾶγμʼ ἐς χέρας λαβόντʼ ἀπώσασθαι τόδε.ἐμοὶ δʼ, ἵνʼ εἰδῇς, οὔτʼ ἐμὴν δοκεῖς χάρινοὔτʼ οὖν Ἀχαιῶν ἄνδρʼ ἀποκτεῖναι ξένον,ἀλλʼ ὡς ἔχῃς τὸν χρυσὸν ἐν δόμοισι σοῖς.λέγεις δὲ σαυτῷ πρόσφορʼ ἐν κακοῖσιν ὤν.τάχʼ οὖν παρʼ ὑμῖν ῥᾴδιον ξενοκτονεῖν·ἡμῖν δέ γʼ αἰσχρὸν τοῖσιν Ἕλλησιν τόδε.πῶς οὖν σε κρίνας μὴ ἀδικεῖν φύγω ψόγον;οὐκ ἂν δυναίμην. ἀλλʼ ἐπεὶ τὰ μὴ καλὰπράσσειν ἐτόλμας, τλῆθι καὶ τὰ μὴ φίλα.οἴμοι, γυναικός, ὡς ἔοιχʼ, ἡσσώμενοςδούλης ὑφέξω τοῖς κακίοσιν δίκην.οὔκουν δικαίως, εἴπερ εἰργάσω κακά;οἴμοι τέκνων τῶνδʼ ὀμμάτων τʼ ἐμῶν, τάλας.ἀλγεῖς· τί δʼ; ἦ ʼμὲ παιδὸς οὐκ ἀλγεῖν δοκεῖς;χαίρεις ὑβρίζουσʼ εἰς ἔμʼ, ὦ πανοῦργε σύ;οὐ γάρ με χαίρειν χρή σε τιμωρουμένην;ἀλλʼ οὐ τάχʼ, ἡνίκʼ ἄν σε ποντία νοτὶς —