ἅπαντα ταῦτα συντεμὼν ἐγὼ φράσω·γένος γὰρ οὔτε πόντος οὔτε γῆ τρέφειτοιόνδʼ· ὁ δʼ αἰεὶ ξυντυχὼν ἐπίσταται.μηδὲν θρασύνου μηδὲ τοῖς σαυτοῦ κακοῖςτὸ θῆλυ συνθεὶς ὧδε πᾶν μέμψῃ γένος.πολλαὶ γὰρ ἡμῶν, αἳ μέν εἰσʼ ἐπίφθονοι,αἳ δʼ εἰς ἀριθμὸν τῶν κακῶν πεφύκαμεν.Ἀγάμεμνον, ἀνθρώποισιν οὐκ ἐχρῆν ποτετῶν πραγμάτων τὴν γλῶσσαν ἰσχύειν πλέον·ἀλλʼ, εἴτε χρήστʼ ἔδρασε, χρήστʼ ἔδει λέγειν,εἴτʼ αὖ πονηρά, τοὺς λόγους εἶναι σαθρούς,καὶ μὴ δύνασθαι τἄδικʼ εὖ λέγειν ποτέ.σοφοὶ μὲν οὖν εἰσʼ οἱ τάδʼ ἠκριβωκότες,ἀλλʼ οὐ δύνανται διὰ τέλους εἶναι σοφοί,κακῶς δʼ ἀπώλοντʼ· οὔτις ἐξήλυξέ πω.καί μοι τὸ μὲν σὸν ὧδε φροιμίοις ἔχει·πρὸς τόνδε δʼ εἶμι καὶ λόγοις ἀμείψομαι·ὃς φῂς Ἀχαιῶν πόνον ἀπαλλάσσων διπλοῦνἈγαμέμνονός θʼ ἕκατι παῖδʼ ἐμὸν κτανεῖν.ἀλλʼ, ὦ κάκιστε, πρῶτον οὔποτʼ ἂν φίλοντὸ βάρβαρον γένοιτʼ ἂν Ἕλλησιν γένοςοὐδʼ ἂν δύναιτο. τίνα δὲ καὶ σπεύδων χάρινπρόθυμος ἦσθα; πότερα κηδεύσων τινὰἢ συγγενὴς ὤν, ἢ τίνʼ αἰτίαν ἔχων;ἢ σῆς ἔμελλον γῆς τεμεῖν βλαστήματαπλεύσαντες αὖθις; τίνα δοκεῖς πείσειν τάδε;ὁ χρυσός, εἰ βούλοιο τἀληθῆ λέγειν,ἔκτεινε τὸν ἐμὸν παῖδα, καὶ κέρδη τὰ σά.ἐπεὶ δίδαξον τοῦτο· πῶς, ὅτʼ εὐτύχειΤροία, πέριξ δὲ πύργος εἶχʼ ἔτι πτόλιν,ἔζη τε Πρίαμος Ἕκτορός τʼ ἤνθει δόρυ,τί δʼ οὐ τότʼ, εἴπερ τῷδʼ ἐβουλήθης χάρινθέσθαι, τρέφων τὸν παῖδα κἀν δόμοις ἔχωνἔκτεινας ἢ ζῶντʼ ἦλθες Ἀργείοις ἄγων;ἀλλʼ ἡνίχʼ ἡμεῖς οὐκέτʼ ἐσμὲν ἐν φάει —καπνῷ δʼ ἐσήμηνʼ ἄστυ — πολεμίων ὕπο,ξένον κατέκτας σὴν μολόντʼ ἐφʼ ἑστίαν.πρὸς τοῖσδε νῦν ἄκουσον, ὡς φανῇς κακός.χρῆν σʼ, εἴπερ ἦσθα τοῖς Ἀχαιοῖσιν φίλος,τὸν χρυσὸν ὃν φῂς οὐ σὸν ἀλλὰ τοῦδʼ ἔχειν