μῶν ναυστολήσῃ γῆς ὅρους Ἑλληνίδος;κρύψῃ μὲν οὖν πεσοῦσαν ἐκ καρχησίων.πρὸς τοῦ βιαίων τυγχάνουσαν ἁλμάτων;αὐτὴ πρὸς ἱστὸν ναὸς ἀμβήσῃ ποδί.ὑποπτέροις νώτοισιν ἢ ποίῳ τρόπῳ;κύων γενήσῃ πύρσʼ ἔχουσα δέργματα.πῶς δʼ οἶσθα μορφῆς τῆς ἐμῆς μετάστασιν;ὁ Θρῃξὶ μάντις εἶπε Διόνυσος τάδε.σοὶ δʼ οὐκ ἔχρησεν οὐδὲν ὧν ἔχεις κακῶν;οὐ γάρ ποτʼ ἂν σύ μʼ εἷλες ὧδε σὺν δόλῳ.θανοῦσα δʼ ἢ ζῶσʼ ἐνθάδʼ ἐκπλήσω βίον;θανοῦσα· τύμβῳ δʼ ὄνομα σῷ κεκλήσεται —μορφῆς ἐπῳδόν, ἢ τί, τῆς ἐμῆς ἐρεῖς;κυνὸς ταλαίνης σῆμα, ναυτίλοις τέκμαρ.οὐδὲν μέλει μοι σοῦ γέ μοι δόντος δίκην.καὶ σήν γʼ ἀνάγκη παῖδα Κασάνδραν θανεῖν.ἀπέπτυσʼ· αὐτῷ ταῦτα σοὶ δίδωμʼ ἔχειν.κτενεῖ νιν ἡ τοῦδʼ ἄλοχος, οἰκουρὸς πικρά.μήπω μανείη Τυνδαρὶς τοσόνδε παῖς.καὐτόν γε τοῦτον, πέλεκυν ἐξάρασʼ ἄνω.οὗτος σύ, μαίνῃ καὶ κακῶν ἐρᾷς τυχεῖν;κτεῖνʼ, ὡς ἐν Ἄργει φόνια λουτρά σʼ ἀμμένει.οὐχ ἕλξετʼ αὐτόν, δμῶες, ἐκποδὼν βίᾳ;ἀλγεῖς ἀκούων;οὐκ ἐφέξετε στόμα;ἐγκλῄετʼ· εἴρηται γάρ.οὐχ ὅσον τάχοςνήσων ἐρήμων αὐτὸν ἐκβαλεῖτέ που,ἐπείπερ οὕτω καὶ λίαν θρασυστομεῖ;Ἑκάβη, σὺ δʼ, ὦ τάλαινα, διπτύχους νεκροὺςστείχουσα θάπτε· δεσποτῶν δʼ ὑμᾶς χρεὼνσκηναῖς πελάζειν, Τρῳάδες· καὶ γὰρ πνοὰςπρὸς οἶκον ἤδη τάσδε πομπίμους ὁρῶ.εὖ δʼ ἐς πάτραν πλεύσαιμεν, εὖ δὲ τἀν δόμοιςἔχοντʼ ἴδοιμεν τῶνδʼ ἀφειμένοι πόνων.ἴτε πρὸς λιμένας σκηνάς τε, φίλαι,τῶν δεσποσύνων πειρασόμεναιμόχθων· στερρὰ γὰρ ἀνάγκη.