γνόντες δʼ Ἀχαιοὶ ζῶντα Πριαμιδῶν τιναΦρυγῶν ἐς αἶαν αὖθις ἄρειαν στόλον,κἄπειτα Θρῄκης πεδία τρίβοιεν τάδελεηλατοῦντες, γείτοσιν δʼ εἴη κακὸνΤρώων, ἐν ᾧπερ νῦν, ἄναξ, ἐκάμνομεν.Ἑκάβη δὲ παιδὸς γνοῦσα θανάσιμον μόρονλόγῳ με τοιῷδʼ ἤγαγʼ, ὡς κεκρυμμέναςθήκας φράσουσα Πριαμιδῶν ἐν Ἰλίῳχρυσοῦ· μόνον δὲ σὺν τέκνοισί μʼ εἰσάγειδόμους, ἵνʼ ἄλλος μή τις εἰδείη τάδε.ἵζω δὲ κλίνης ἐν μέσῳ κάμψας γόνυ·πολλαὶ δὲ χεῖρες, αἳ μὲν ἐξ ἀριστερᾶς,αἳ δʼ ἔνθεν, ὡς δὴ παρὰ φίλῳ, Τρώων κόραιθάκους ἔχουσαι, κερκίδʼ Ἠδωνῆς χερὸςᾔνουν, ὑπʼ αὐγὰς τούσδε λεύσσουσαι πέπλους·ἄλλαι δὲ κάμακα Θρῃκίαν θεώμεναιγυμνόν μʼ ἔθηκαν διπτύχου στολίσματος.ὅσαι δὲ τοκάδες ἦσαν, ἐκπαγλούμεναιτέκνʼ ἐν χεροῖν ἔπαλλον, ὡς πρόσω πατρὸςγένοιντο, διαδοχαῖς ἀμείβουσαι χερῶν·κᾆτʼ ἐκ γαληνῶν — πῶς δοκεῖς; — προσφθεγμάτωνεὐθὺς λαβοῦσαι φάσγανʼ ἐκ πέπλων ποθὲνκεντοῦσι παῖδας, αἳ δὲ πολεμίων δίκηνξυναρπάσασαι τὰς ἐμὰς εἶχον χέραςκαὶ κῶλα· παισὶ δʼ ἀρκέσαι χρῄζων ἐμοῖς,εἰ μὲν πρόσωπον ἐξανισταίην ἐμόν,κόμης κατεῖχον, εἰ δὲ κινοίην χέρας,πλήθει γυναικῶν οὐδὲν ἤνυον τάλας.τὸ λοίσθιον δέ, πῆμα πήματος πλέον,ἐξειργάσαντο δείνʼ· ἐμῶν γὰρ ὀμμάτων,πόρπας λαβοῦσαι, τὰς ταλαιπώρους κόραςκεντοῦσιν, αἱμάσσουσιν· εἶτʼ ἀνὰ στέγαςφυγάδες ἔβησαν· ἐκ δὲ πηδήσας ἐγὼθὴρ ὣς διώκω τὰς μιαιφόνους κύνας,ἅπαντʼ ἐρευνῶν τοῖχον ὡς κυνηγέτηςβάλλων ἀράσσων. τοιάδε σπεύδων χάρινπέπονθα τὴν σὴν πολέμιόν τε σὸν κτανών,Ἀγάμεμνον. ὡς δὲ μὴ μακροὺς τείνω λόγους,εἴ τις γυναῖκας τῶν πρὶν εἴρηκεν κακῶςἢ νῦν λέγων ἔστιν τις ἢ μέλλει λέγειν,