ἀμπτάμενος οὐράνιονὑψιπετὲς ἐς μέλαθρον,Ὠαρίων ἢ Σείριος ἔνθα πυρὸς φλογέας ἀφίη-σιν ὄσσων αὐγάς, ἢ τὸν ἐς Ἀίδαμελάγχρωτα πορθμὸν ᾄξω τάλας;συγγνώσθʼ, ὅταν τις κρείσσονʼ ἢ φέρειν κακὰπάθῃ, ταλαίνης ἐξαπαλλάξαι ζόης.κραυγῆς ἀκούσας ἦλθον· οὐ γὰρ ἥσυχοςπέτρας ὀρείας παῖς λέλακʼ ἀνὰ στρατὸνἨχὼ διδοῦσα θόρυβον· εἰ δὲ μὴ Φρυγῶνπύργους πεσόντας ᾖσμεν Ἑλλήνων δορί,φόβον παρέσχεν οὐ μέσως ὅδε κτύπος.ὦ φίλτατʼ· ᾐσθόμην γάρ, Ἀγάμεμνον, σέθενφωνῆς ἀκούσας· εἰσορᾷς ἃ πάσχομεν;ἔα·Πολυμῆστορ· ὦ δύστηνε, τίς σʼ ἀπώλεσεν;τίς ὄμμʼ ἔθηκε τυφλὸν αἱμάξας κόρας,παῖδάς τε τούσδʼ ἔκτεινεν; ἦ μέγαν χόλονσοὶ καὶ τέκνοισιν εἶχεν ὅστις ἦν ἄρα.Ἑκάβη με σὺν γυναιξὶν αἰχμαλωτίσινἀπώλεσʼ — οὐκ ἀπώλεσʼ, ἀλλὰ μειζόνως.τί φῄς; σὺ τοὔργον εἴργασαι τόδʼ, ὡς λέγει;σὺ τόλμαν, Ἑκάβη, τήνδʼ ἔτλης ἀμήχανον;ὤμοι, τί λέξεις; ἦ γὰρ ἐγγύς ἐστί που;σήμηνον, εἰπὲ ποῦ ʼσθʼ, ἵνʼ ἁρπάσας χεροῖνδιασπάσωμαι καὶ καθαιμάξω χρόα.οὗτος, τί πάσχεις;πρὸς θεῶν σε λίσσομαι,μέθες μʼ ἐφεῖναι τῇδε μαργῶσαν χέρα.ἴσχʼ· ἐκβαλὼν δὲ καρδίας τὸ βάρβαρονλέγʼ, ὡς ἀκούσας σοῦ τε τῆσδέ τʼ ἐν μέρεικρίνω δικαίως ἀνθʼ ὅτου πάσχεις τάδε.λέγοιμʼ ἄν. ἦν τις Πριαμιδῶν νεώτατος,Πολύδωρος, Ἑκάβης παῖς, ὃν ἐκ Τροίας ἐμοὶπατὴρ δίδωσι Πρίαμος ἐν δόμοις τρέφειν,ὕποπτος ὢν δὴ Τρωικῆς ἁλώσεως.τοῦτον κατέκτεινʼ· ἀνθʼ ὅτου δʼ ἔκτεινά νιν,ἄκουσον, ὡς εὖ καὶ σοφῇ προμηθίᾳ.ἔδεισα μὴ σοὶ πολέμιος λειφθεὶς ὁ παῖςΤροίαν ἀθροίσῃ καὶ ξυνοικίσῃ πάλιν,