ὤμοι ἐγώ, πᾷ βῶ,πᾷ στῶ, πᾷ κέλσω;τετράποδος βάσιν θηρὸς ὀρεστέρουτιθέμενος ἐπίχειρα κατʼ ἴχνος; ποίανἢ ταύταν ἢ τάνδʼ ἐξαλλάξω, τὰςἀνδροφόνους μάρψαι χρῄζων Ἰλιάδας,αἵ με διώλεσαν;τάλαιναι κόραι τάλαιναι Φρυγῶν,ὦ κατάρατοι,ποῖ καί με φυγᾷ πτώσσουσι μυχῶν;εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρονἀκέσαιʼ ἀκέσαιο τυφλόν, Ἅλιε,φέγγος ἐπαλλάξας.ἆ ἆ,σίγα· κρυπτὰν βάσιν αἰσθάνομαιτάνδε γυναικῶν. πᾷ πόδʼ ἐπᾴξαςσαρκῶν ὀστέων τʼ ἐμπλησθῶ,θοίναν ἀγρίων θηρῶν τιθέμενος,ἀρνύμενος λώβανλύμας ἀντίποινʼ ἐμᾶς; ὦ τάλας.ποῖ πᾷ φέρομαι τέκνʼ ἔρημα λιπὼνΒάκχαις Ἅιδου διαμοιρᾶσαι,σφακτά, κυσίν τε φοινίαν δαῖτʼ ἀνή-μερον τʼ οὐρείαν ἐκβολάν;πᾷ στῶ, πᾷ κάμψω, πᾷ βῶ,ναῦς ὅπως ποντίοις πείσμασιν, λινόκροκονφᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶςτέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν;ὦ τλῆμον, ὥς σοι δύσφορʼ εἴργασται κακά·δράσαντι δʼ αἰσχρὰ δεινὰ τἀπιτίμια.δαίμων ἔδωκεν ὅστις ἐστί σοι βαρύς.αἰαῖ, ἰὼ Θρῄκης λογχοφόρον ἔνο-πλον εὔιππον Ἄρει κάτοχον γένος.ἰὼ Ἀχαιοί. — ἰὼ Ἀτρεῖδαι. — βοὰν βοὰν ἀυτῶ, βοάν.ὢ ἴτε· μόλετε πρὸς θεῶν.κλύει τις ἢ οὐδεὶς ἀρκέσει; τί μέλλετε;γυναῖκες ὤλεσάν με, γυναῖκες αἰχμαλωτίδες· δεινὰδεινὰ πεπόνθαμεν.ὤμοι ἐμᾶς λώβας.ποῖ τράπωμαι, ποῖ πορευθῶ;