σὺν τῷδε ναίεις ἀνδρὶ σοῦ πατρὸς κάκῃ,ὃς πρὶν τὰ Τροίας εἰσβαλεῖν ὁρίσματαγυναῖκ’ ἐμοί σε δοὺς ὑπέσχεθ’ ὕστεροντῷ νῦν σ’ ἔχοντι, Τρῳάδ’ εἰ πέρσοι πόλιν.ἐπεὶ δ’ Ἀχιλλέως δεῦρ’ ἐνόστησεν γόνος,σῷ μὲν συνέγνων πατρί, τὸν δ’ ἐλισσόμηνγάμους ἀφεῖναι σούς, ἐμὰς λέγων τύχαςκαὶ τὸν παρόντα δαίμον’, ὡς φίλων μὲν ἂνγήμαιμ’ ἀπ’ ἀνδρῶν, ἔκτοθεν δ’ οὐ ῥᾳδίως,φεύγων ἀπ’ οἴκων ἃς ἐγὼ φεύγω φυγάς.ὃ δ’ ἦν ὑβριστὴς εἴς τ’ ἐμῆς μητρὸς φόνοντάς θ’ αἱματωποὺς θεὰς ὀνειδίζων ἐμοί.κἀγὼ ταπεινὸς ὢν τύχαις ταῖς οἴκοθενἤλγουν μὲν ἤλγουν, συμφοραῖς δ’ ἠνειχόμην,σῶν δὲ στερηθεὶς ᾠχόμην ἄκων γάμων.νῦν οὖν, ἐπειδὴ περιπετεῖς ἔχεις τύχαςκαὶ ξυμφορὰν τήνδ’ εἰσπεσοῦσ’ ἀμηχανεῖς,ἄξω σ’ ἀπ’ οἴκων καὶ πατρὸς δώσω χερί.τὸ συγγενὲς γὰρ δεινόν, ἔν τε τοῖς κακοῖςοὐκ ἔστιν οὐδὲν κρεῖσσον οἰκείου φίλου.νυμφευμάτων μὲν τῶν ἐμῶν πατὴρ ἐμὸςμέριμναν ἕξει, κοὐκ ἐμὸν κρίνειν τόδε.ἀλλ’ ὡς τάχιστα τῶνδέ μ’ ἔκπεμψον δόμων,μὴ φθῇ με προσβὰς δῶμα καὶ μολὼν πόσις,ἢ πρέσβυς οἴκους μ’ ἐξερημοῦσαν μαθὼνΠηλεὺς μετέλθῃ πωλικοῖς διώγμασιν.θάρσει γέροντος χεῖρα· τὸν δ’ Ἀχιλλέωςμηδὲν φοβηθῇς παῖδ’, ὅσ’ εἰς ἔμ’ ὕβρισε.τοία γὰρ αὐτῷ μηχανὴ πεπλεγμένηβρόχοις ἀκινήτοισιν ἕστηκεν φόνουπρὸς τῆσδε χειρός· ἣν πάρος μὲν οὐκ ἐρῶ,τελουμένων δὲ Δελφὶς εἴσεται πέτρα.ὁ μητροφόντης δ’, ἢν δορυξένων ἐμῶνμείνωσιν ὅρκοι Πυθικὴν ἀνὰ χθόνα,δείξει γαμεῖν σφε μηδέν’ ὧν ἐχρῆν ἐμέ.πικρῶς δὲ πατρὸς φόνιον αἰτήσει δίκηνἄνακτα Φοῖβον· οὐδέ νιν μετάστασιςγνώμης ὀνήσει θεῷ διδόντα νῦν δίκας,ἀλλ’ ἔκ τ’ ἐκείνου διαβολαῖς τε ταῖς ἐμαῖςκακῶς ὀλεῖται· γνώσεται δ’ ἔχθραν ἐμήν.