Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλι,ὅθεν ποθ’ ἕδνων σὺν πολυχρύσῳ χλιδῇΠριάμου τύραννον ἑστίαν ἀφικόμηνδάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι,ζηλωτὸς ἔν γε τῷ πρὶν Ἀνδρομάχη χρόνῳ,νῦν δ’, εἴ τις ἄλλη, δυστυχεστάτη γυνή·ἐμοῦ πέφυκεν ἢ γενήσεταί ποτεἥτις πόσιν μὲν Ἕκτορ’ ἐξ Ἀχιλλέωςθανόντ’ ἐσεῖδον, παῖδά θ’ ὃν τίκτω πόσειῥιφθέντα πύργων Ἀστυάνακτ’ ἀπ’ ὀρθίων,ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον·αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτωνοἴκων νομισθεῖσ’ Ἑλλάδ’ εἰσαφικόμηντῷ νησιώτῃ Νεοπτολέμῳ δορὸς γέραςδοθεῖσα λείας Τρωικῆς ἐξαίρετον.Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίαςσύγχορτα ναίω πεδί’, ἵν’ ἡ θαλασσίαΠηλεῖ ξυνῴκει χωρὶς ἀνθρώπων Θέτιςφεύγουσ’ ὅμιλον· Θεσσαλὸς δέ νιν λεὼςΘετίδειον αὐδᾷ θεᾶς χάριν νυμφευμάτων.ἔνθ’ οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως,Πηλέα δ’ ἀνάσσειν γῆς ἐᾷ Φαρσαλίας,ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν.κἀγὼ δόμοις τοῖσδ’ ἄρσεν’ ἐντίκτω κόρον,πλαθεῖσ’ Ἀχιλλέως παιδί, δεσπότῃ γ’ ἐμῷ.καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμωςἐλπίς μ’ ἀεὶ προσῆγε σωθέντος τέκνουἀλκήν τιν’ εὑρεῖν κἀπικούρησιν κακῶν·ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖτοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος,κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι.λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοιςτίθημ’ ἄπαιδα καὶ πόσει μισουμένην,αὐτὴ δὲ ναίειν οἶκον ἀντ’ αὐτῆς θέλωτόνδ’, ἐκβαλοῦσα λέκτρα τἀκείνης βίᾳ·ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσ’ ἐδεξάμην,νῦν δ’ ἐκλέλοιπα· Ζεὺς τάδ’ εἰδείη μέγας,ὡς οὐχ ἑκοῦσα τῷδ’ ἐκοινώθην λέχει.ἀλλ’ οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν,πατήρ τε θυγατρὶ Μενέλεως συνδρᾷ τάδε.