ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν εἰς ἀναστροφὴνδαίμων δίδωσι κοὐκ ἐᾷ φρονεῖν μέγα.ὦ Φοῖβε πυργώσας τὸν ἐν Ἰλίῳ εὐτειχῆ πάγονκαὶ πόντιε κυανέαις ἵπποις διφρεύ-ων ἅλιον πέλαγος,τίνος οὕνεκ’ ἄτιμον ὀργᾶςἃν χέρα τεκτοσύνας Ἐ-νυαλίῳ δοριμήστορι προσθέν-τες τάλαιναν τάλαι-ναν μεθεῖτε Τροίαν;πλείστους δ’ ἐπ’ ἀκταῖσιν Σιμοεντίσιν εὐίππουςὄχουςἐζεύξατε καὶ φονίους ἀνδρῶν ἁμίλ-λας ἔθετ’ ἀστεφάνους·ἀπὸ δὲ φθίμενοι βεβᾶσινἸλιάδαι βασιλῆες,οὐδ’ ἔτι πῦρ ἐπιβώμιον ἐν Τροί-ᾳ θεοῖσιν λέλαμ-πεν καπνῷ θυώδει.βέβακε δ’ Ἀτρείδας ἀλόχου παλάμαις,αὐτά τ’ ἐναλλάξασα φόνον θανάτῳπρὸς τέκνων ἀπηύραθεοῦ. θεοῦ νιν κέλευμ’ ἐπεστράφημαντόσυνον, ὅτε νιν Ἀργόθεν πορευθεὶςἈγαμεμνόνιος κέλωρ, ἀδύτων ἐπιβὰςκτεάνων, ματρὸς φονεὺςὦ δαῖμον, ὦ Φοῖβε, πῶς πείθομαι;πολλαὶ δ’ ἀν’ Ἑλλάνων ἀγόρους στοναχὰςμέλποντο δυστάνων τεκέων, ἄλοχοι δ’ἐξέλειπον οἴκουςπρὸς ἄλλον εὐνάτορ’. οὐχὶ σοὶ μόνᾳδύσφρονες ἐπέπεσον, οὐ φίλοισι, λῦπαι·νόσον Ἑλλὰς ἔτλα, νόσον· διέβα δὲ Φρυγῶνκαὶ πρὸς εὐκάρπους γύαςσκηπτὸς σταλάσσων τὸν Ἅιδα φόνον.Φθιώτιδες γυναῖκες, ἱστοροῦντί μοισημήνατ’· ᾐσθόμην γὰρ οὐ σαφῆ λόγονὡς δώματ’ ἐκλιποῦσα Μενέλεω κόρηφρούδη τάδ’· ἥκω δ’ ἐκμαθεῖν σπουδὴν ἔχωνεἰ ταῦτ’ ἀληθῆ· τῶν γὰρ ἐκδήμων φίλων